De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν

σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν, ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος, οὐκ ἔτι μὲν ηὔξησεν ἡ εἰδωλολατρία, καὶ ἡ οὖσα δὲ ἐλαττοῦται, καὶ κατ’ ὀλίγον παύεται· καὶ οὐκ ἔτι μὲν ἡ Ἑλλήνων σοφία προκόπτει, καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται· καὶ δαίμονες μὲν οὐκ ἔτι φαντασίαις καὶ μαντείαις καὶ μαγείαις ἀπατῶσι, μόνον δὲ τολμῶντες καὶ ἐπιχειροῦντες καταισχύνονται τῷ σημείῳ τοῦ σταυροῦ.

Καὶ συλλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τοῦ Σωτῆρος διδασκαλία πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδωλολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῇ Χριστοῦ πίστει καθ’ ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει. οὕτω δὲ θεωρῶν προσκύνει μὲν τὸν ἐπὶ πάντων Σωτῆρα καὶ δυνατὸν Θεὸν Λόγον· καταγίνωσκε δὲ τῶν ἐλαττουμένων καὶ ἀφανιζομένων ὑπ’ αὐτοῦ.

Ὡς γὰρ ἡλίου παρόντος οὐκ ἔτι τὸ σκότος ἰσχύει, ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται· οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου, οὐκ ἔτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος, πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμένης μέρη τῇ τούτου διδασκαλίᾳ καταλάμπεται.

Καὶ ὥσπερ βασιλεύοντός τινος καὶ μὴ φαινομένου ἔν τινι χώρᾳ, ἀλλ’ ἔνδον ὄντος ἐν τῷ ἑαυτοῦ οἴκῳ, πολλάκις τινὲς ἄτακτοι καταχρώμενοι τῇ τούτου ἀναχωρήσει ἑαυτοὺς ἀναγορεύουσι, καὶ ἕκαστος κατασχηματισάμενος τοὺς ἀκεραίους φαντασιοκοπεῖ ὡς βασιλεύς, καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι τῷ ὀνόματι, ἀκούοντες μὲν εἶναι βασιλέα, οὐχ ὁρῶντες δὲ αὐτόν, διὰ τὸ μάλιστα μηδὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χωρῆσαι· ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθῃ καὶ φανῇ, τότε οἱ μὲν ἀπατῶντες

ἄτακτοι ἐλέγχονται τῇ τούτου παρουσία, οἱ δὲ ἄνθρωποι ὁρῶντες τὸν ἀληθῶς βασιλέα, καταλιμπάνουσι τοὺς πάλαι πλανῶντας αὐτούς·

οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονές τε καὶ ἄνθρωποι, Θεοῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι, καὶ ἐγνώρισεν ἡμῖν τὸν ἑαυτοῦ Πατέρα, τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ Πατρὸς θεὸν Λόγον καταλιμπάνουσι τὰ εἴδωλα, καὶ λοιπὸν ἐπιγινώσκουσι τὸν ἀληθινὸν Θεόν.

Τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τὸν Χριστὸν Θεὸν Λόγον καὶ Θεοῦ Δύναμίν ἐστι. τῶν γὰρ ἀνθρωπίνων παυομένων, καὶ μένοντος τοῦ ῥήματος τοῦ Χριστοῦ, δῆλόν ἐστι παρὰ πᾶσι, τὰ μὲν παυόμενα εἶναι πρόσκαιρα, τὸν δὲ μένοντα εἶναι Θεὸν καὶ Θεοῦ Υἱὸν ἀληθινὸν μονογενῆ Λόγον.