De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. οἱ δὲ ἄνθρωποι ἀποστραφέντες τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοὶ. χάριτι δὲ της τοῦ Λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν καλοί.

Διὰ γὰρ τὸν συνόντα τούτοις Λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε,

καθὼς καὶ ἡ σοφία φησίν· ὁ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσία, καὶ εἰκόνα τῆς ἰδίας ἀἰδιότητος· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνησκον, ἡ δὲ φθορὰ λοιπὸν κατ’ αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ’ ὅλου τοῦ γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ’ αὐτῶν προειλήφει.

Καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν· ἀλλὰ κατ’ ὀλίγον ἐπεκτεινόμενοι, λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι, καὶ καθ’ ἑαυτῶν τὸν θάνατον προκαλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες, καὶ μὴ ἐν’ κακῷ στάμενοι, ἀλλὰ πάντα καινὰ καινοῖς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι.

Μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ, φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα γῆ. καὶ νόμου μὲν οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ’ ἕνα καὶ κοινῇ παρὰ πᾶσιν ἐπράττετο. Πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου φιλονεικοῦντος ἐν τῷ παρανομεῖν.

Οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν ἀλλ’ ὡς εἶπεν ὁ τοῦ Χριστοῦ μάρτυς Ἀπόστολος· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἴ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν

ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.