De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ’ Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ;

Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ’ οὖ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν;

Πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, εἰ μὴ ὅτε ἡ τοῦ Θεοῦ Δίναμις ὁ Λόγος,

ὁ πάντων καὶ τούτων δεσπότης, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβάς, ἐπὶ γῆς ἐφάνη; πότε δὲ τῆς μαγείας ἡ τέχνη καὶ τὰ διδασκαλεῖα ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφάνια τοῦ Λόγου γέγονεν ἐν ἀνθρώποις;

Καὶ ὅλως, πότε τῶν Ἑλλήνων ἡ σοφία μεμώραται, εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ Θεοῦ Σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφανέρωσε; πάλαι μὲν γὰρ πᾶσα ἡ οἰκουμένη καὶ πᾶς τόπος τῇ θρησκείᾳ τῶν εἰδώλων ἐπλανᾶτο, καὶ οὐδὲν ἄλλο ἡ τὰ εἴδωλα θεοὺς ἐνόμιζον οἱ ἄνθρωποι. νῦν δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην, τὴν μὲν τῶν εἰδώλων δεισιδαιμονίαν καταλιμπάνουσιν οἱ ἄνθρωποι, ἐπὶ δὲ τὸν Χριστὸν καταφεύγουσι, καὶ Θεὸν αὐτὸν προσκυνοῦντες, δι’ αὐτοῦ καὶ ὃν οὐκ ᾔδεισαν Πατέρα γινώσκουσι.

Καὶ τό γε θαυμαστόν, διαφόρων ὄντων καὶ μυρίων σεβασμάτων, καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον, καὶ μὴ ἰσχυόντος τοῦ παρ’ αὐτοῖς λεγομένου θεοῦ τὸν πλησίον ὑπερβῆναι τόπον, ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτόν, ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου· οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεόν ἀλλ’ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλον, νομίζων τῶν πάντων αὐτὸ κύριον εἶναι· μόνος ὁ Χριστὸς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώλων ἡ ἀσθένεια ποιῆσαι, ὥστε κἂν τοὺς πλησίον οἰκοῦντας πεῖσαι, τοῦτο ὁ Χριστὸς πεποίηκεν, οὐ μόνον τοὺς πλησίον ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην πείσας ἕνα καὶ τὸν αὐτὸν Κύριον σέβειν, καὶ δι’ αὐτοῦ τὸν Θεὸν τὸν αὐτοῦ Πατέρα.