De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν’, ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργον γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπῳ ἐργάσηται, καὶ δείξῃ ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων.

Πάλιν γὰρ τὸ αὐτό φημι τοῖς πρότερον ἐπαναλαβών· ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.

Είτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν βούλεται· ὁρᾷ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανόν, εἰς ἀνθρώπους δὲ μόνον ἀνακύπτει· ὁρᾷ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους δύναμιν, καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις μόνον Θεὸν Λόγον. εἴτε ἐν δαίμοσί τις ἀπεστράφη, καὶ περὶ τούτου ἐπτόηται· ὁρᾷ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην. εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα Θεὸν εἶναι· ὥσπερ Αἰγύπτιοι σέβουσι τὸ ὕδωρ· ὁρᾷ ταύτην μεταβαλλομένην ὑπ’ αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν Κύριον.

Εἰ δὲ καὶ εἰς ᾅδην τις κατέβη, καὶ πρὸς τοὺς ἐκεῖ κατελθόντας ἥρωας ἐπτόηται ὡς θεούς· ἀλλ’ ὁρᾷ τὴν τούτου

γενομένην ἀνάστασιν, καὶ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ λογίζεται ἐν ἐκείνοις μόνον εἶναι τὸν Χριστὸν ἀληθινὸν Κύριον καὶ Θεόν.

Πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ Κύριος, καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν, ὡς Παῦλός φησιν· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ, ἵνα μηκέτι τις ἀπατηἀπαταθῆναι δυνήθῃ, ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον εὕρῃ.

Οὕτω γὰρ λοιπὸν πανταχόθεν συγσυγκλειόμενος ὁ ἄνθρωπος καὶ πανταχοῦ, τουτέστιν ἐν οὐρανῷ, ἐν ᾅδῃ, ἐν ἀνθρώπῳ, ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ Λόγου θειότητα βλέπων, οὐκ ἔτι μὲν ἀπατᾶται περὶ Θεοῦ, μόνον δὲ τοῦτον προσκυνεῖ, καὶ δι’ αὐτοῦ καλῶς τὸν Πατέρα γινώσκει.

Τούτοις μὲν οὖν καὶ Ἕλληνες εἰκότως δυσωπηθήσονται παρ’ ἡμῶν ἐκ τῶν εὐλόγων. εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ’ ὅψεσι πάντων φαινομένων πιστούσθωσαν τὰ λεγόμενα.