De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως πήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν ἐστι τοῦ σκοποῦ τῆς διηγήσεως.

Ἀνάγκη γὰρ ἡμᾶς λέγοντας περὶ τῆς εἰς ἡμᾶς ἐπιἐπιφανείας τοῦ Σωτῆρος, λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀρχῆς, νᾷ γινώσκῃς ὅτι ἡ ἡμῶν αἰτία ἐκείνῳ γέγονε πρόφασις τῆς καθόδου, καὶ ἡ ἡμῶν παράβασις τοῦ Λόγου τὴν φιλανθρωπίαν ἐξεκαλέσατο, ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν Κύριον ἐν ἀνθρώποις.

Τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι.

Οὕτως μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσία· ἄνθρωποι δὲ κατολιγωρήσαντες καὶ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, λογισάμενοι δὲ καὶ ἐπινούσαντες ἑαυτοῖς τὴν κακίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ λοιπὸν οὐκ ἔτι, ὡς γεγόνασι, διέμενον· ἀλλ’ ὡς ἐλογίζοντο, εφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασλεύῳν. ἡ γὰρ παράβασις τῆς ἐντολῆς εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα

ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ 〈μὴ〉 εἶναι φθορὰν ὑπομείνωσι τῷ χρόνῳ εἰκότως.

Εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε, τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακὰ, ὄντα δὲ τὰ καλά, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος Θεοῦ γεγόνασι, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί. τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ.

Ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος θνητὸς, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονώς. διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθορὰν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας· ἄφθαρτος δὲ ὢν, ἔζη λοιπὸν ὡς Θεὸς, ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· Ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.