De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; Οὐ Δαβὶδ τριακονταετὴς ἐβασίλευσε, καὶ Σολομὼν νέος γεγονὼς ἐβασίλευσεν; Οὐκ Ἰωὰς ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε, καὶ ὁ ἔτι κατωτέρω Ἰωσίας περὶ ἔτη γεγονὼς ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα ἢ μητέρα.

Τίς οὖν ἄρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς; τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῷ Ἰσραήλ, καὶ ἐν τῷ Ἰούδᾳ, λεγέτωσαν οἱ Ἰουδαῖοι διερευνήσαντες, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε; καὶ οὐ μᾶλλον ἠναντιοῦντο πανταχόθεν αὐτοῖς;

Ἕως γὰρ συνειστήκει Ἰερουσαλὴμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν

θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς. ἢ οὐχὶ Δαβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει, καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἑζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, Ἰησοῦ τῷ τοῦ Ναυὴ οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο; καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἱσραὴλ τὰ τῆς φιλίας; τίς οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν προφήτην ἀδύνατον ψεύσασθαι.

Τίνος δὲ τῶν ἀγίων προφητῶν ἢ τῶν ἄνωθεν πατριαρχῶν ὁ θάνατος ἐν σταυρῷ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας; ἢ τίς ἐτραυματίσθη καὶ ἀνῃρέθη ὑπὲρ τῆς πάντων ὑγείας; τίς δὲ τῶν δικαίων, ἢ τῶν Βασιλέων κατῆλθεν εἰς Αἴγυπτον, καὶ τῇ τούτου καθόδῳ τὰ τῶν Αἰγυπτίων εἴδωλα πέπαυται; Ἀβραὰμ μὲν γὰρ κατῆλθε, καὶ πάλιν ἡ εἰδωλατρία κατὰ πάντων. Μωθσῆς ἐκεῖ γεγένηται, καὶ οὐδὲν ἦττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία.