De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάναθάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεσημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι’ ἑαυτόν, ἀλλ’ ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας ὑπομένει, καὶ τὴν Ἰουδαίων ἐπιβουλήν, καὶ τὰς εἰς αὐτὸν γινομένας παρ’ αὐτῶν ὕβρεις οὐκ ἐφοβήθησαν εἰπεῖν πρὸς τὸ μηδένα αὐτῶν τῶν γινογινομένων ἀνήκοον εἶναι καὶ πλανηθῆναι.

Φασὶ τοίνυν· Ἄνθρωπος ἐν πληγῇ ὥν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁρμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. θαύμαζε τὴν τοῦ Λόγου φιλανθρωπίαν, ὅτι δι’ ἡμᾶς ἀτιμάζεται, ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα. Πάντες γάρ, φησιν ὡς

πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῶ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.

Εἶτα, ἵνᾷ μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἐκ τοῦ πάθους ὑπολάβῃ. προλαμβάνει τὰς ὑπονοίας τῶν ἀνθρώπων, καὶ τὴν ὑπὲρ αὐτοῦ δύναμιν, καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως διηγεῖται ἡ γραφὴ λέγουσα· Τῆν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον. καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.