De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Μέγαν δὲ καὶ καθ’ ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ’ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ Χριστὸς τοὺς πάντας ἐλέγχει νεκρούς.

Εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ’ ἡμέραν ὁ Σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων, ἀποκαλύπτων τὴν περὶ Πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες· ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πίστις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει· τίνα ἄν τις εἴποι νεκρόν : τὸν τοστοσαῦτα ἐργαζόμενον Χριστόν; ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ’ ὅλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει.

Ὁ μὲν γὰρ τοῦ Θεοῦ ἰὸς ζῶν καὶ ἐνεργὴς ὤν καθ’ ἡμέραν ἐργάἐργάζεται καὶ ἐνεργεῖ τὴν πάντων σωρτηρίαν. Ὁ δὲ θάνατος

ἐλέγχεται καθ’ ἡμέραν αὐτὸς ἐξασθενήσας, καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώματος ἀναστάσεως αὐτοῦ.

Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ Κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν Θεοῦ Λόγου καὶ Σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε· τί ἔδει τὸν Κύριον ποιεῖν περὶ τούτου; ἢ ποῖον ἔδει τελος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ Λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ Σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ Ζωὴς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστι γνώρισμα τὰ ἔργα.