De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν· ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τού ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως, διὰ τὸ μὴ ἀπρονόητα εἶναι, οὔτε ἐκ προυποκειμένης ὕλης, διὰ τὸ μὴ ἀσθενῆ εἶναι τὸν Θεόν· ἀλλ’ ἐξ οὐκ ὄντων καὶ μηδαμῇ μηδαμῶς ὑπάρχοντα τὰ ὅλα εἰς τὸ εἶναι πεποιηκέναι τὸν Θεὸν διὰ τοῦ Λόγου οἶδεν, ᾗ φησὶ διὰ μὲν Μωυσέως· Ἔν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ Ποιμένος· πρῶτον πάντων των πίστευσον, ὅτι εἶς ἐστὶν ὁ Θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι.

Ὅπερ καὶ ὁ Παῦλος σημαίνων

φησί· Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.

Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι, μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει· ἀγαθῷ δὲ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διά τοῦ ἰδίου Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν οἷς 〈πρὸ〉 πάντων τῶν ἐπὶ γῆς τὸ ἀνθρώπων γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν ἀεὶ, πλέον τι χαριζόμενος αὐτοῖς, οὐχ ἀπλῶς, ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῶα, ἔκτισε τοὺς ἀνθρώπους· ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτοὺς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου Λόγου δυνάμεως, ἵνα ὥσπερ σκιάς τινας ἔχοντες τοῦ Λόγου καὶ γενόμενοι λογικοὶ διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον.

Εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ καὶ τόπῳ τὴν δοθεῖσαν αὐτοῖς χάριν. εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐτοῖς νόμον· ἵνα εἰ μὲν φυλάξοιεν τὴν χάριν, καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσῳ ἄλυπον καὶ ἀνώδυνον καὶ ἀμέριμνον ζωὴν, πρὸς τῷ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μηκέτι μὲν ἐν παραδείσῳ ζἦν, ἔξω δὲ τούτου λοιπὸν ἀποθνήσκοντας μένειν ἐν τῷ θανάτῳ καὶ ἐν τῇ φθορᾷ

Τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λέγουσα ἐκ προσώπου τοῦ Θεοῦ· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ

παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ ᾗ δ’ ἂν ἡμέρα φάγησθε, θανάτῳ ἀποθανεῖσθε. τὸ δὲ θανάτῳ ἀποθανεῖσθε, τί ἂν ἄλλο εἴη ἢ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν διαμένειν;