De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ, καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι, ἀλλ’ ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα.

Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ ἀνάστασιν καταφρονεῖται, φανερὸν ἄν εἴη παρ’ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν

θάνατον.

Ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος, καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ’ αὐτοῦ, πάντως οὐκ ἔστιν ἀμφίβολον, ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας, καὶ τὰ πάντα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπατηθέντος ἀφ’ οὗ γέγονεν ἡ τοῦ Σωτῆρος ἐν σώματι σωτήριος ἐπιφάνεια καὶ τὸ τελος τοῦ σταυροῦ, πρόδηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας, καὶ κατ’ αὐτοῦ τρόπαια καθ’ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος.

Ὅταν γὰρ ἴδή τις ἀνθρώπους ἀσθενεῖς ὄντας τῇ φύσει, προπηδῶντας εἰς τὸν θάνατον, καὶ μὴ καταπτήσσοντας αὐτοῦ τὴν φθοράν, μηδὲ τὰς ἐν ᾅδου καθόδους δειλιῶντας, ἀλλὰ προθύμῳ ψυχῇ προκαλουμένους αὐτόν, καὶ μὴ πτήσσοντας βασάνους, ἀλλὰ μᾶλλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν Χριστὸν τὴν εἰς τὸν θάνατον ὁρμήν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων ὁρμώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, τίς οὕτος ἐστιν εὐήθης ἢ τίς οὕτως ἐστὶν ἄπιστος, τίς δὲ οὕτω τὴν διάνοιαν πεπήρωται, ὡς μὴ νοεῖν καὶ λογίζεσθαι, ὅτι ὁ Χριστός, εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι, αὐτὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἑκάστῳ παρέχει καὶ δίδωσιν, ἐξασθενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστῳ τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ φορούντων.

Καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοιπὸν ὅτι νεκρός

ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει. τίς γὰρ καὶ λέοντα παιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον ἢ νεκρὸν γενόμενον ἡ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύναμιν;

Ὥσπερ οὖν ταῦτα ἀληθῇ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς Χριστὸν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω, μηδὲ γινέσθω τις ἅπιστος, ὅτι ὑπὸ Χριστοῦ κατήργηται ὁ θάνατος, καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται.