De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ’ ὡς φιλομαθής ζητῇ· διὰ τί μὴ ἑτέρως, ἀλλὰ σταυρὸν ὑπέμεινεν; ἀκουέτω καὶ οὗτος ὅτι οὐκ ἄλλως ἢ οὕτως ἡμῖν συνέφερε· καὶ τοῦτο δι’ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ Κύριος.

Εἰ γὰρ τὴν καθ’ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλως ἐγένετο κατάρα, εἰ μὴ τὸν ἐπὶ κατάρᾳ γενόμενον θάνατον ἐδέξατο; ἔστι δὲ

οὗτος, ὁ σταυρός. οὕτω γὰρ καὶ γέγραπται· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου.

Ἔπειτα, εἰ ὁ θάνατος τοῦ Κυρίου λύτρον ἐστὶ πάντων, καὶ τῷ θανάτῳ τούτου τὸ μεσότοιχον τοῦ φραγμοῦ λύεται, καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις· πῶς ἂν ἡμᾶς προσεκαλέσατο, εἰ μὴ ἐσταύρωτο; ἐν μόνῳ γὰρ τῷ σταυρῷ ἐκτεταμέναις χερσί τις ἀποθνήσκει. διὸ καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν Κύριον, καὶ τὰς χεῖρας ἐκτεῖναι, ἵνα τῇ μὲν τὸν παλαιὸν λαόν, τῇ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύσῃ, καὶ ἀμφοτέρους ἐν ἑαυτῷ συνάψῃ.

Τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκε, σημαίνων ποίῳ θανάτῳ ἔμελλε λυτροῦσθαι τοὺς πάντας· ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν

Καὶ πάλιν εἰ ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος, ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ, περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται, κἀκεῖ τῶν σὺν αὐτῷ διαμόνων ὡς ὁμοίων ἐν τῇ ἀπειθεία ἐξουσιάζων, φαντασίας μὲν δ’ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις ἐπιχειρεῖ δὲ τοῖς ἀνερχομένοις ἐμποδίζειν· καὶ περὶ τούτου φησὶν ὁ ἀπόστολος· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἦλθε δὲ ὁ Κύριος ἵνα τὸν μὲν διάβολον καταβάλῃ, τὸν δὲ ἀέρα καθαρίσῃ, καὶ ὁδοποιήσῃ ἡμῖν τὴν εἰς οὐρανοὺς ἄνοδον, ὡς εἶπεν ὁ ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ· τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θανάτου· ποίῳ δ’ ἂν ἄλλῳ θανάτῳ ἐγεγόνει ταῦτα, ἢ τῷ ἐν ἀέρι γενομένῳ, φημὶ δὴ τῷ σταυρῷ; μόνος γὰρ ἐν τῷ ἀέρι τις ἀποθνήσκει, ὁ σταυρῷ τελειούμενος. διὸ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ Κύριος.

Οὕτω γὰρ ὑψωθείς, τὸν μὲν ἀέρα ἐκαθάριζεν ἀπό τε τῆς διαβολικῆς καὶ πάσης τῶν δαιμόνων ἐπιβουλῆς λέγων Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα· τὴν δὲ εἰς οὐρανοὺς ἄνοδον ὁδοποιῶν ἐνεκαίνιζε λέγων πάλιν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι. οὐ γὰρ αὐτὸς ὁ Λόγος ἦν ὁ χρῄζων ἀνοίξεως τῶν πυλῶν, πάντων Κύριος ὥν· οὐδὲ κεκλεισμένον ἦν τι τῶν ποιημάτων τῷ ποιητῇ· ἀλλ’ ἡμεῖς ἦμεν οἱ χρῄζοντες, οὕς ἀνέφερεν αὐτὸς δᾶ τοῦ ἰδίου σώματος αὐτοῦ. Ὡς γὰρ ὑπὲρ πάντων αὐτὸ προσήνεγκε τῷ θανάτῳ· οὕτως δέ’ αὐτοῦ πάλιν ὡδοποίησε τὴν εἰς οὐρανοὺς ἄνοδον.