De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ὣς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥυπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῇ ἐν τῇ αὐτῇ ὕλῃ· δία γὰρ τὴν ἐκείνου γραφὴν καὶ αὐτὴ ἡ ὕλη ἐν ἦ καὶ γέγραπται, οὐκ ἐκβάλλεται, ἀλλ’ ἐν αὐτῇ ἀνατυ

κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ Πατρὸς

Υἱός, εἰκὼν ὦν τοῦ Πατρός, παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους, ἵνα τὸν κατ’ αὐτὸν πεποιημένον ἄνθρωπον ἀνακαινίσῃ, καὶ ὡς ἀπολόμενον εὕρῃ διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, ᾖ φησι καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις· Ἦλθον τὸ ἀπολόμενον εὑρεῖν καὶ σῶσαι. ὅθεν καὶ πρὸς τοὺς ἰδίους ἔλεγεν, Ἐὰν μή τις ἀναγεννηθῇ· οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπενόουν ἐκεῖνοι, ἀλλὰ τὴν ἀναγενωμένην καὶ ἀνακτιζομένην ψυχὴν ἐν τῷ κατ’ εἰκόνα δηλῶν.

Ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τὴν οἰκουμένην, καὶ ἡ περὶ Θεοῦ γνῶσις ἐκέκρυπτο· τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ Πατρός; ἀνθρώπου φαίη τις ἄν; ἀλλ’ οὐκ ἦν ἀνθρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν, οὔτε τῇ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν, οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι, οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι.

Πάντων γὰρ κατὰ ψυχὴν πληγέντων καὶ ταραχθέντων παρὰ τῆς δαιμονικῆς ἀπάτης καὶ τῆς τῶν εἰδώλων ματαιότητος, πῶς οἷόν τε ἦν ἀνθρώπου ψυχὴν καὶ ἀνθρώπων νοῦν μεταπεῖσαι, ὅπουγε οὐδὲ ὁρᾶν αὐτοὺς δύνανται; ὃ δὲ μὴ ὁρᾷ τις, πῶς δύναται μεταπαιδεῦσαι.

Ἀλλ’ ἴσως ἄν τις εἴποι τὴν κτίσιν ἀρκεῖσθαι· ἀλλ’ εἰ ἡ κτίσις ἤρκει οὐκ ἂν ἐγεγόνει τὰ τηλικαῦτα κακά. ἦν γὰρ καὶ ἡ κτίσις, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἐν τῇ αὐτῇ περὶ Θεοῦ πλάνῃ ἐκυλίοντο.

Τίνος οὖν ἦν πάλιν χρεία τοῦ Θεοῦ Λόγου τοῦ καὶ ψυχὴν καὶ νοῦν ὁρῶντος, τοῦ καὶ τὰ ὅλα ἐν τῇ κτίσει κινοῦντος, καὶ δι’ αὐτῶν γνωρίζοντος τὸν Πατέρα; τοῦ γὰρ διὰ τῆς

ἰδίας προνοίας καὶ διακοσμήσεως τῶν ὅλων διδάσ περὶ τοῦ Πατρὸς, αὐτοῦ ἦν καὶ τὴν αὐτὴν διδασκαλίαν ἀνανεῶσαι.

Πῶς οὖν ἄν ἐγεγόνει τοῦτο; ἴσως ἄν τις εἴποι ὅτι ἐξὸν ἦν διὰ τῶν αὐτῶν, ὥστε πάλιν διὰ τῶν τῆς κτίσεως ἔργων τὰ περὶ αὐτοῦ δεῖξαι. ἀλλ’ οὐκ ἦν ἀσφαλὲς ἔτι τοῦτο. οὐχί γε· παρεῖδον γὰρ τοῦτο πρότερον οἱ ἄνθρωποι, καὶ οὐκέτι μὲν ἄνω, κάτω δὲ τοὺς ὀφθαλμοὺς ἐσχήκασιν.

Ὅθεν εἰκότως ἀνθρώπους θέλων ὠφελῆσαι, ὡς ἄνθρωπος ἐπιδημεῖ, λαμβάνων ἑαυτῷ σῶμα ὅμοιον ἐκείνοις, καὶ ἐκ τῶν κάτω λέγω δὴ διὰ τῶν τοῦ σώματος ἔργων· ἵνα οἱ μὴ θελήσαντες αὐτὸν γνῶναι ἐκ τῆς εἰς τὰ ὅλα προνοίας καὶ ἡγεμονίας αὐτοῦ, κἂν ἐκ τῶν δ’ αὐτοῦ τοῦ σώματος ἔργων γνώσωνται τὸν ἐν τῷ σώματι τοῦ Θεοῦ Λόγον, καὶ δέ’ αὐτοῦ τὸν Πατέρα.