Historia philosophiae (fragmenta)
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
Cyrillus c. Iulian. VI p. 208 D: καίτοι φησὶ καὶ περὶ αὐτοῦ (de Platone) Πορφύριος· “ἐπαιδεύθη δὲ ὁ Πλάτων παρὰ μὲν Διονυσίῳ γράμματα, παρὰ δὲ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ τὰ κατὰ τὴν γυμνα- στικήν· φασὶ δὲ καὶ Ἴσθμιά τινες καὶ Πύθια νικῆ- σαι αὐτόν.‘‘
Cyrillus c. Iulian. I p. 31 A: Πορφύριος δὲ φησὶν ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστορίας δοξά- σαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα δὲ αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγο- μένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστι-
Cyrillus c. Iulian. VIII p. 271 A: γράφει τοί- νυν Πορφύριος ἐν βιβλίῳ τετάρτῳ φιλοσόφου ἱστο- ρίας· ἄχρι γὰρ τῶν τριῶν ὑποστάσεων ἔφη Πλά- των τὴν τοῦ θεοῦ προελθεῖν οὐσίαν. εἶναι δὲ τὸν μὲν ἀνωτάτω θεὸν τἀγαθόν, μετʼ αὐτὸν δὲ καὶ δεύ- τερον τὸν δημιουργόν, τρίτον δὲ τὴν τοῦ κόσμου ψυχήν· ἄχρι γὰρ ψυχῆς τὴν θεότητα προελθεῖν (eadem repetit I p. 34A), λοιπὸν δὲ τὸ ἄθεον ἀπὸ τῆς σωματικῆς ἐνῆρχθαι διαφορὰς. ἀλλʼ οἵ γε προει- ρημένοι καὶ πρὸς τοῦτο ἀντιλέγουσι, φάσκοντες μὴ δεῖν τἀγαθὸν συναριθμεῖν τοῖς ἀπʼ αὐτοῦ. ἐξῃρῆ- σθαι γὰρ ἀπὸ πάσης κοινωνίας διὰ τὸ εἶναι ἀπλοῦν πάντῃ καὶ ἄδεκτόν τινος συμβάσεως· ἀπὸ δὲ τοῦ νοῦ, ἀρχὴ γὰρ οὗτος, τὴν τριάδα μίαν σωθὴναι.
Cyrillus c. Iulian. I p. 34C: καὶ πάλιν ὁ αὐτὸς Πορφύριος περὶ Πλάτωνος· διʼ ὃ ἐν ἀπορρή- τοις περὶ τούτων αἰνιττόμενος φησί, περὶ τὸν βασι- λέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖ- νον αἴτιον πάντων καλῶν, δεύτερον δὲ περὶ τὰ
Cyrillus c. lulian. l p. 32C: φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ φιλοσόφου ἱστορίας ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητο νοῦν γενέσθαι τε ὅλον καὶ καθʼ ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄν. των. ὅ δὴ καὶ πρώτως καλὸν καὶ αὐτοκαλὸν παρʼ ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος. προῆλθε δὲ προαιώνιος ἀπʼ αἰτίου τοῦ θεοῦ ὡρμημένος, αὐτο- γέννητος ὤν καὶ αὐτοπάτωρ· οὐ γὰρ ἐκείνου κινου- μένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτογόνως ἐκ θεοῦ, παρ- ελθόντος δὲ οὐκ ἀπʼ ἀρχῆς τινὸς χρονικῆς· οὕπω γὰρ χρόνος ἦν. ἀλλʼ οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. ὥσπερ δὲ ὁ θεὸς ὁ πρῶτος καὶ μό- νος ἀεί, κἄν ἀπʼ αὐτοῦ γένηται τὰ πάντα,· τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν συγκατα- τάττεσθαι δύναται τῇ ἐκείνου ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τὰ ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταυτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως. Cf. Cyrillus c. lul. l p. 28D: γεγράφασι δὲ περὶ τούτων (de philosophis dei naturam definientibus) Πλούταρχός τε καὶ ἕτεροι τῶν παρʼ αὐτοῖς λογάδων καὶ ὁ θρασὺς καθʼ ἡμῶν Πορφύριος.
lohannes Malal. chronogr. p. 56, 11: τὸν δὲ Πλούταρχον τὸν Χερονήσιον (immo τὸν Χαιρωνέα) Πορφύριος ἐν τῇ φιλοσόφῳ αὐτοῦ χρονογραφίᾳ ἐδόξασε. Cf. Wyttenbach. in Plut. vol. 1 praef. p. 45.
Tzetzes Chil. 11, 532: δευτέρως δὲ ἐγκύκλια μαθήματα καλοῦνται ὁ κύκλος, τὸ συμπέρασμα πάντων τῶν μαθημάτων, γραμματικῆς, ῥητορικῆς, αὐτῆς φιλοσοφίας, καὶ τῶν τεσσάρων δὲ τεχνῶν τῶν ὑπʼ αὐτὴν κει- μένων, τῆς ἀριθμούσης, μουσικῆς καὶ τῆς γεωμετρίας καὶ τῆς οὐρανοβάμονος αὐτῆς ἀστρονομίας. ἐγκύκλια μαθήματα δευτέρως ταῦτα πάντα, ὡς ἔγραψε Πορφύριος ἐν βίοις φιλοσόφων καὶ ἕτεροι μυρίοι δὲ τῶν ἐλλογίμων ἄνδρες.