Historia philosophiae (fragmenta)

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Cyrillus c. lulian. Vl p. 185 B: καὶ ἀπιστήσειε μὲν ἂν ἴσως ἅπας τις οὖν τοῖς περὶ τούτου (de So- crate) λόγοις, οὐ μὴν ἔτι καὶ τοῖς Πορφυρίου γράμ- μασιν ἀντερεῖ, ὃς τὸν ἑκάστου τῶν ἀρχαιοτέρων ἀπεσημήνατο βίον· σκοπὸς γὰρ οὗτος γέγονεν αὐτῷ καὶ πολλῆς ἠξίωσε τὸ χρῆμα σπουδῆς. ἔφη τοίνυν ὡδὶ περὶ αὐτοῦ “λέγει δὲ ὁ Ἀριστόξενος ἀφηγού- μενος τὸν βίον τοῦ Σωκράτους ἀκηκοέναι Σπινθά- ρου τὰ περὶ αὐτοῦ, ὃς ἦν εἷς τῶν τούτῳ ἐντυχόν- των. τοῦτον λέγειν ὅτι οὐ πολλοῖς αὐτός γε πιθα- νωτέροις ἐντετυχηκώς εἴη· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς πᾶσι δὲ τοῖς εἰρημένοις τὴν τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δέ που τοῦτο ὅτε μὴ ὀργίζοιτο ὅτε δὲ φλεχθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε πράγματος.“ Eadem fere Theodo- retus therap. XIl p. 174, 23.

Cyrillus c. lulian. Vl p. 208 A: γράφει δὲ οὕτω περὶ αὐτοῦ (de Socrate) Πορφύριος ἐν τῷ τρίτῳ φιλο- σόφων ἱστορίας· “τούτων δὲ οὕτω σαφηνισθέντων λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιωμένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυ- θευμένα ἐπʼ ὀλίγον φυλοκρινοῦντες, καταλιπόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο σὺν τῷ πατρὶ τὴν λιθοτομικήν, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος.

8
οὐδὲν γὰρ ἐνέκοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν, πρὸς ὀλίγον γε χρόνον ἐργασθέν. εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον· καθάρειος γὰρ ἡ τέχνη καὶ οὐ πρὸς ὀνείδους.“ καὶ μεθʼ ἕτερα· δημιουργὸν γὰρ γε– νέσθαι τὸν Σωκράτην πατρῴᾳ τέχνῃ χρώμενον τῇ λατυπικῇ καὶ Τίμαιος ἐν τῇ ἐνάτῃ λιθουργεῖν φησὶ μεμαθηκέναι Σωκράτην. εἰ δὲ ὁ μὲν διὰ δυσμέ- νειαν ἀναξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν, νεώ– τερος γὰρ ὁ Ἀριστόξενος, Μενεδήμῳ τῷ Πυρραίῳ χρηστέον, Πλάτωνος μὲν.γεγονότι μαθητῇ, πρεσβυ- τέρῳ δὲ γεγονότι Ἀριστοξένου, λέγοντι ἐν τῷ Φιλο- κράτους ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν οὔτε ὑπὲρ τῆς μητρὸς ὡς μαίας.“ lnitium huius loci, λέγωμεν περὶ τοῦ Σωκράτους — οὐ πρὸς ὀνείδους, habet etiam Theo- doretus therap. l p. 8, 11, qui ibidem pergit p. 8, 22: καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκρά- την χρησάμενον. ἀλλʼ ἴσως τὴν μὲν πρώτην ἡλι– κίαν λιθουργῶν διετέλεσεν, ὕστερον δὲ λόγων ποιη- τικῶν καὶ ῥητορικῶν ἐρασθεὶς παιδείας μετέλαχεν. ἀλλʼ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· πᾶν γὰρ τοὐναντίον εἶπεν ὁ Πορφύριος· λέγει δὲ οὕτως “εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἀπλῶς εἰπεῖν· σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι· ἀλλʼ εἶναι γελοῖον, ὁπότε τι δέοι ἢ γράψαι ἢ ἀναγνῶναι, βατταρίζοντα ὥσπερ τὰ παιδία.“

Cyrillus c. lulian. Vl p. 186 C: γέγραφε γὰρ ὡδὶ πάλιν περὶ αὐτοῦ (de Socrate) Πορφύριος· “ἐν δὲ τοῖς περὶ τὸν βίον τὰ μὲν ἄλλα εὔκολον καὶ μι–

9
κρᾶς δεόμενον παρασκευῆς εἰς τὰ καθʼ ἡμέραν γεγε– νῆσθαι· πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφο– δρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι· γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. δύο δὲ ἔχειν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖ– τιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου, θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίπ– πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς αὐτῷ Λαμπροκλῆς ἐγένετο, τὴν δὲ Μυρτὼ γάμῳ, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος. Res easdem perstringit Cyrillus c. lulian. VIl p. 226B, ipsa verba appnit Theodoretus therap. XIl p. 174, 37, qui extremis verbis Σωφρο- νίσκος καὶ Μενέξενος haec subicit: “αὗται δὲ συνά- πτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὴ παύσαιντο ἐπὶ τὸν Σωκράτη ὥρμων διὰ τὸ μηδέποτε αὐτὰς μαχο- μένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. εἶναι δὲ φησὶν αὐτὸν ἐν ταῖς ὁμιλίαις αἰνῶς τε φιλαπεχθήμονα καὶ λοίδορον. καὶ ὑβριστικόν.“ καὶ ταῦτα δὲ περὶ τοῦ βίου Σωκρά– τους ὁ Πορφύριος ἔφη. “ἐλέγετο δὲ περὶ αὐτοῦ ὡς ἄρα παῖς ὢν οὐκ εὐ βιώσειεν οὐδὲ εὐτάκτως. πρῶ- τον μὲν γὰρ φασὶν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγματος περιτρέχειν αὐτὸν ὅπου δή ποτε δόξειεν. ἤδη δὲ περὶ τὰ ἑπτακαίδεκα ἔτη προσελθεῖν αὐτῷ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν φάσκοντα ἐραστὴν εἶναι· τὸν δὲ Σωκρά- την οὐκ ἀπώσασθαι τὴν ἔντευξίν τε καὶ ὁμιλίαν τὴν πρὸς τὸν Ἀρχέλαον, ἀλλὰ γενέσθαι παρʼ αὐτῷ ἔτη συχνά, καὶ οὕτως ὑπὸ τοῦ Ἀρχελάου προτραπῆναι ἐπὶ τὰ φιλόσοφα.“ εἶτα μετʼ ὀλίγα “ἦν δὲ καὶ τῶν
10
ἐπιτιμωμένων καὶ τάδε Σωκράτει ὅτι εἰς τοὺς ὄχλους εἰσωθεῖτο καὶ τὰς διατριβὰς ἐποιεῖτο πρὸς ταῖς τρα- πέζαις καὶ πρὸς τοῖς Ἑρμαῖς.“ cf. Suidas v. Σω- κράτης: Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδική- ματος χωρίς, ὡς Πορφύριος ἐν τῇ φιλοσόφῳ ἱστο- ρίᾳ φησίν. Theodoretus therap. IV p. 56, 19: καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ- ριος, εἰς ἀκολασίαν ἡνίκα νέος ἦν ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύ- πους, τοὺς δὲ τῆς φιλοσοφίας ἐκμάξασθαι.

Stephanus Βyz. p. 193, 17: Γάδρα, πόλις Παλαιστίνης. Πορφύριος τρίτῳ φιλοσόφου ἱστο- ρίας. τὸ ἔθνικὸν Γαδρηνός, ὡς Βόστρα Βοστρηνός καὶ Γαγγρηνός.