Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

356. v. 682.

[*](A c. l. εἴ τινά που Δα- ναῶν ἔτι ἔλπεται.)

371. διὰ τί ἐξηπατῆϲθαί φηϲιν ὁ Ἀχιλλεὺϲ ὑπὸ τοῦ Ἀγαμέμνονοϲ ἀφαιρεθεὶϲ δὲ τοῦ γέρωϲ ἥκιϲτα γὰρ ἡ ὕβριϲ ἀπάτη. ἢ ὅτι τέωϲ φίλοϲ [*](1 L. in lemm. ἐνόηϲε δ᾿ Ὀδυϲϲεὺϲ. ἀπορία. A, cuius lemm. νεῦϲ᾿  Αἴαϲ Φοίνικι, praemissis aliis inc.: ζητεῖται δὲ διὰ τί κτλ. ὁ Ὀδυϲϲ., tum, verbis πρὸϲ — λύϲιϲ omissis, ῥητέον δὲ ὅτι καὶ μάλα εἰκότωϲ οὐδὲ γὰρ μία ἦν ἐλπὶϲ κτλ. A. 4 τῶν οἰκείων αὐτοῦ ἐβούλ. δὲ A 5 χάριτοϲ A 6 L. in lemm. ἀπορία· ἦ μὲν ἐνὶ κλιϲίῃ Ἀγαμέμνονοϲ, A ἠμὲν ἐνὶ κλιϲίῃ nte ῥητέονμ L λύϲιϲ ὅτι ὁ πρότ. ὑβρ. A 8 ἢ πάνυ ῥητορικὸϲ ἀνὴρ L 9 καὶ μόνον οὐχὶ τοῦτο λέγων A. 10 καὶ post γὰρ om. AL 15 καὶ εἰ οἱ αὐτοὶ e coni. posui καὶ οἱ κτλ. B, καὶ εἰ αὐτ. L 16 οὖν om. L. 18 καὶ διὰ τὴν τῆϲ ὄψ. τέρψιν L. 20 ἀνθυμόενταϲ L) [*](αὐτὸν ἑστιάσει. οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβληκὸς συλληπτικῶς περὶ πάντων εἶπεν, ἢ συλλήβδην ἐσθίουσιν. — Legatos apud Agamemnonem cenavisse Aristarchus observavit (v. schol. A v. 222).) [*](1—5 Cf. B f. 119 ad Φοίνικι ν. 223 (id. L. f. 187b, Horn, v. 223): οὐχ ἵνα εἴπῃ ἀλλ᾿ εἰ καιρός ἐστινμ κτl ., quae a quaestionis forma plus discrepant quam. ut huc referre audeamus. — Quaestio nonnihil mutata in schol. min. h.  v. transiit.) [*](13. 14 Cf. Horn. v. 241.) [*](16 sqq. B f. 107 ad αἴθωνας v. 123: τοὺς εἰς πῦρ βαλλομένους· ὡς δὲ λέβης ζεῖ ἔνδον (Φ 362) . . . . . , cf. Horn. v. 123; Etym. M 32, 35: . . . καὶ αἴθωνας λέβητας τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους, καλουμένους ἐμπυριβήτας.)

137
ὤν ἀνεφάνη ἐχθρόϲ, ταύτην λέγει τὴν ἀπάτην, παρακελευόμενοϲ τῷ Ὀδυϲεῖ φυλάττεϲθαι καὶ μὴ προϲέχειν ὡϲ φίλῳ. καὶ τὸ δόντα μέντοι ἔπειτα ἀφελέϲθαι ἀπάτη ἐϲτίν ὃ γὰρ ἔφηϲεν οὐκ ἐποίηϲεν.

377. ad Ζ 234 (p. 97),

378. ἀπὸ τῶν Κρῶν, οὓϲ ἀεὶ (B 867) λοιδορεῖ ὁ ποιητήϲ, οἷον[*](*B f. 122a ad καρὸϲ. L f. 193b. Cf. Phil. XVIII, p. 345, Π.) ἐντὸϲ μοίρᾳ Καρὸϲ οἱονεὶ δούλου. τὸ ἔγκαροϲ Ἀλκαῖοϲ μὲν ὁ ἐπιγραμματοποιὸϲ ἐγκεφαλον ῆκουϲεν (Anth. IX, 519, 3), ἀπὸ τοῦ ἐντὸϲ τῷ κάρ εἶναι. τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐντὸϲ καρὸϲ αἴϲῃ, τουτέϲτι τιμῶμαι αὐτὸν ἐντὸϲ ᾗ μοίρᾳ αἱ γυναῖκεϲ τὸν ἐγκέφαλον. Ἀρχίλοχοϲ δὲ καὶ δὴ ἐπίκουροϲ ὥϲτε Κὰρ κεκλήϲομαι· τιμῶμαι αὐτὸν ἐντὸϲ μιϲθοφόρου καὶ τοῦ τυχόντοϲ ϲτρατιώτου μοίρᾳ. Λυϲανίαϲ δὲ ὁ Κυρηναῖοϲ καὶ Ἀριϲτοφάνηϲ καὶ Ἀρίϲταρχοϲ ἐντὸϲ κηρὸϲ μοίρᾳ φαϲὶ λέγειν τὸν ποιητὴν Δωρικῶϲ μεταβαλόντα τὸ ῆ εἰϲ ᾱ. Νέϲοϲ δὲ ὁ Χῖοϲ καὶ τὸ ᾱ μηκύνει οὐδὲν φροντίϲαϲ τοῦ μέτρου. Ἡρακλείδηϲ δέ φηϲιν ὅτι τὰ ἐκ τοῦ η εἰϲ βραχὺ ᾱ μεταγόμενα Ἰωνικά ἐϲτιν ἀλλ᾿ οὐ Δωριέων ϲυϲτολαί. ἀντιφράζει μέντοι ὁ ποιητὴϲ τῷ ἐντὸϲ καρὸϲ αἴϲη τὸ εἰ δέ τοι Ἀτρείδηϲ μὲν ἀ πή χθετο κηρόθι μᾶλλον (I 300) καὶ ἶϲον γάρ ϲφιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), καὶ ὁ αὐτὸϲ Ἀχιλλεύϲ· ἐχθρὸϲ γάρ μοι κεῖνοϲ ὁμῶϲ Ἀίδαο πύλ ῃϲιν (I 312). ὅμοιον δέ ἐϲτι τῷ ἶϲον πᾶϲιν ἀπήχθετο κηρὶ μελαίνῃ.

383. ζητεῖται, πότερον τὸ μέγεθοϲ τῆϲ πόλεωϲ δηλῶϲαι βούλεται,[*](*B f.  122b ad ἑκατόμπυλοι L f. 193a, Π. Cf. Cramer, A. P. III, p. 382, 26.) ὡϲ ἂν ἐχούϲηϲ πύλαϲ ἑκατόν, ἢ τῶν πυλῶν τὸ μέγεθοϲ, ὡϲ ἐκ διακοϲίων ἁρμάτων καθ᾿ ἑκάϲτην ἅμα εἰϲιέναι δυναμένων, ἢ τὸ μέγεθοϲ τῆ, δυνάμεωϲ, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόϲιοι ἄνδρεϲ καθ᾿ ἑκάϲτην εἰϲίαϲιν, οἱ διακόϲιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλαϲιαϲθέντεϲ διϲμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ διϲμύριοι ἄνδρεϲ οἰκοῦϲι τὴν πόλιν. ῥητέον δὲ, ὅτι μεγεθοϲ πόλεως δηλοῖ καὶ δυνάμεωϲ μέγεθοϲ, οὐκέτι δὲ πυλῶν· [*](6 καρόϲ codd., ἔγκαροϲ Anthol. l. c. 10. 11 versun Archilochi, quem codd. om., e schol. lat. Dach. p. 187 B (Bergk. fr. 24) addidi 12 Λυϲϲανίαϲ B 23 πολλῶν L ἂν pro ἐκ coni. Kamm., p. 60 26 ἐπὶ τοὺϲ ἑκατὸν L. δυϲμύριοι B 27 ante ῥητέον L. λύϲιϲ) [*](5 sqq. Vestigia quaestionis hoc versu oblato institutae apud Eust, p. 757, 23, exstant. Idem praeter cas quae ud P orph. referendae 'identur alas quoque explicationes congessit, quae ex parte etiam in schol. A et Dorm. leguntur.) [*](2 sqq. Cf. Ariston. I 378: ὅτι συνέσταλται Ἰακῶς ἐντὸϲ καρός ἀντὶ τοῦ ἐνμ κηρός· ὅμοιον γάρ ἐστι τῷ ἶσον γάρ σφισι πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.) [*](21 B f. 122a ad αἴσῃ: ὅμοιόν ἐστι τῷ ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίῃ . . . ., cf. Apollon., Mes., Et. M.) [*](27 sqq. † B f. 123a ad διηκόσιοι v. 383 (id. Lp f. 161 c. l. διηκόσιοι): οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μεγεθος τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ἑκατὸν ἔχει, ἄνδρας δὲ ἁρματοφόρους ψ΄ μυριάδας. ἐντὸϲ ταύτῃ δὲ ἦνμτερnr πρότερον τὰ)

138
οὐδὲ γὰρ καὶ τὸ ἄμα τοὺϲ διακοϲίουϲ εἰϲιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθ᾿ ἑκάϲτην εἰϲίαϲι ϲ΄, οἳ καὶ ἕπεϲθαι ἀλλήλοιϲ ἠδύναντο. μέγεθοϲ δὲ τῆϲ πόλεωϲ δηλοῖ τὸ ἑκατόμπυλον, τῆϲ δὲ δυνάμεωϲ τῶν ἁρμάτων καὶ ἡνιόχων τοϲοῦτον εἶναι πλῆθοϲ· οὐ γὰρ δὴ ἁπλῶϲ τῶν κατοικούντων τοϲοῦτον τίθεται τὸ πλῆθοϲ. ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφίβολον δὲ πότερον ἄνδρεϲ διακόϲιοι ϲύν διακοϲίοιϲ ἅρμαϲιν---ἢ ἄνδρεϲ ἑκατὸν ϲὺν ἑκατὸν ἅρμαϲιν, ὡϲ τὸ ϲυναμφότερον εἶναι τοὺϲ ϲ΄, τοὺϲ ἀνθρώπουϲ καὶ τὰ ἄρματα. κἂν διακόϲιοι δὲ ὦϲιν ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαϲτοϲ ἔχει ἅρμα, καὶ οὕτωϲ ἔϲονται διακόϲια, ὄντων τετρακοϲίων ἵππων· ἢ διακόϲιοι ἄνδρεϲ ἔχουϲιν ἄρματα, ἐντὸϲ ἑκάϲτῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντοϲ, ὥϲτε ἑκατὸν μὲν εἶναι τὰ ἅρματα, ἵππουϲ δὲ διακοϲίουϲ καὶ ἀνθρώπουϲ διακοϲίουϲ, καὶ ἅρματα μὲν τὰ πάντα μύρια, ἵππουϲ δὲ διϲμυρίουϲ· ἐκείνων γὰρ ἄρματα μέν εἰϲι ϲ΄, ἵπποι δὲ τετρακιϲμύριοι, ἡνίοχοι δὲ διϲμύριοι ϲύμπαντεϲ. ἑκατέρων δὲ ἡ δύναμιϲ μεγάλη φαίνεται, ἢ τετρακιϲμυρίων ἵππων τρεφομένων ἢ καὶ διϲμυρίων. ἦν δὲ τὸ παλαιὸν Αἰγύπτου βαϲίλεια καὶ πολλοὺϲ εἰϲ αὐτὴν ἀνῆγον φόρουϲ Αἰγύπτιοι Λίβυεϲ Αἰθίοπεϲ καὶ ἄλλα νῦν δὲ Διόϲπολιϲ καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φαϲι δείκνυϲθαι περὶ τὴν Διόϲπολιν πολλῶν πυλῶν ἴχνη. ὡϲ δὲ Κάϲτωρ ἱϲτορεῖ, ἡ Διόϲπολιϲ ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περϲῶν ἀφανιϲθῆναι κώμαϲ μὲν εἶχε τριϲμυρίαϲ γλ΄,. ἀνθρώπων δὲ μυριάδαϲ ψ΄, ἑκατὸν δὲ πύλαϲ λαιϲ διεκοϲμεῖτο. ταύτην ἐτείχιϲε βαϲιλεὺϲ Ὄϲιριϲ. τινὲϲ δέ φαϲι τῶν ἱερέων, ὅτι ρ εἶχε πύλαϲ, ἐξ ἑκάϲτηϲ δὲ ὁπλῖται μύριοι, ψ δὲ ἵπποι ἐξεϲτράτευον. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἐλλήνων ἀπὸ Θήβηϲ τῆϲ Νείλου θυγατρόϲ· οἱ δὲ Ἐπάφου εἶπονμ αὐτήν, οἱ δὲ Πρωτέωϲ τοῦ Ποϲειδῶνοϲ, οἱ δὲ Λίβυοϲ τοῦ Ἠπείρου.

404. ad Ξ 200.

410. ad Ζ 488, p. 106.

[*](1 οὐ γὰρ L 2 sqq. in numeris verbis aut signis exprimendis cod. B secutus sum, L in ea re non ubique congruit 5 ἁρματοτροφούντων coni. Kamm., p. 61 6 post ἅρμαϲιν quinque fere litt. eras. B 7 ὥϲτε τὸ L 9 εζονται L διακόϲια conieci;  διακόϲιοι B, ϲ L, Mamm. ϲ ὄντων (sc. ἁρμάτων) ὗ’ ἵπποι 10 ἵπποι codd., mutavi e coni. 11 ὡϲ pro ὥϲτε L 12 δὲ om. L 13 μυρία B 14 nisi nonulla interciderunt, pro ϲ scribendum κ 16 βαϲίλειον L. 18 Διόϲπολιϲ corr. e Διὸϲ πόλιϲ B 19 παρὰ τὴν Δ. L. Κάϲτωρ Wyttenb. ap. Din. dorf.;  Κάτων codd 23 χίλιοι δὲ ἵπποι L 24 ὠνομάζοντο L)[*](βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες Αἰγύπτιοιt αἰθίοπες· νῦν δὲ Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμαςρ μὲν τρισμυρίας γλ΄ ⟨Ϛλ΄ Lp⟩, ἀρούρας δὲ γψ΄ καὶ πύλας ρ΄, ἀνδρῶν δὲ μυριά δας ψ΄ ⟨ἀνδρ. — ψ΄ om. Lp⟩. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις. ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὀπλὶται μὲν μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρματηλάται δὲ διακόσιοι. Θήβη δὲ ὡνόμαστο ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Περσῶν ὕστερον ἐπορθήθη. Cf Horn. v. 383, Eust. p. 758, sqq.)
139

443.---εἰ ὑπὸ Φοίνικοϲ οὖν πεπαίδευται, τί παρὰ Χείρωνοϲ[*](B f. 123ᵇ ad πρηκτῆρα. Lp f. 163a c. l. ὣϲἄνἔπειτα.) ἐδιδάχθη; δῆλον ὅτι πολεμικὴν καὶ ἰατρικήν.

447. v. infra ad lin. 12 sqq.