Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

431. τί νυ βείομαι, τουτέϲτιν εἰϲ τί βιώϲομαι. τὸ δὲ βείω παρὰ[*](**B f. 301a ad βείομαι. L f. 465a, Π) τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· ὄφῤ ἂν ἐγὼ βείω προτὶ Ἴλιον βείομαι. (Ζ 113). ὅτι γὰρ ζῶντα λέγει ἕκαϲτον ἐπὶ τῆϲ γῆϲ βαδίζειν· ὅϲϲα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει (P 447). αἰῶνα δὲ λέγει τὸν ἑκάϲτου βίον· ἐκ δ’ αἰὼν πέφαται (Τ 27), ἔφθαρται δὲ αὐτοῦ ὁ βίοϲ, καὶ μινυν θάδιοϲ δέ οἱ αἰών (Δ 478), ὅπερ ἐντὸϲ ἄλλοιϲ· ἆνερ, ἀπ’ αἰῶνοϲ νέοϲ ὤλεο (Ω 725), ἀπὸ τοῦ βίου νέοϲ· οὐ γηράϲαϲ τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ βίον πολυχρόνιον ἔϲχεϲ. καὶ πάλιν φίληϲ ληϲ αἰῶνοϲ ἀμερθῇϲ (Χ 58). ὅμοιον τῷ γλυκὺϲ αἰών (ε 152). καὶ τίϲ ὁ αἰὼν ἐξηγούμενοϲ· τῇ περ ῥηίϲτη βιοτή (δ 565). τὰ δὲ τῇ βιοτῇ ἀναγκαῖα βίοτοϲ· βίοτον δέ τοι ἄλλοι ἔδουϲι (ν 419)· καὶ ζωήν· ἡ γάρ οἱ ζωὴ ἦν ἄϲπετοϲ, οὔ τινι τόϲϲη (ξ 96).