Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

431. καὶ πῶϲ φηϲιν ἡ Ἥρα (Ω 60) καὶ ἀνδρὶ πόρον παράκοιτιν;[*](B f. 255b ad Ζεὺϲ ἄλγε’ L f. 405a.) ἢ ὅτι τῶν ϲυμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουϲιν ὡϲ ἄρχοντι· ἢ ὅτι αὐτῇ αἴτιοϲ τοῦ γάμου.

478. v. ad Π 140.

489. ἀνιϲτόρητόν ἐϲτι τοῦτο· κατηγοροῦϲι μὲν γὰρ κατὰ τὸν περὶ[*](*B f. 257a ad ἄμμορόϲ ἐϲτι.) [*](3 ἐκρέμνω cod.; corr. Vill 12 ἐῇ τὸ ϲῶμα Bkk.; ἐάϲω τὸ ϲ. B L 16 κτῆμα τοῦ ἀφ. γέγ. L. 23 αὐτῇ om. L) [*](7. 8 B⟩ f. 252a ad v. 245 (id. L. f. 398ᵇ, Vict f. 344a): ἄκρως τὴν πτοίαν ⟨δειλίαν L⟩ αὐτῶν δηλοῖ· πλῆδος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν, οὐ στρατηγοῦ καλοῦντος ἀλλὰ το φόβου . . . .) [*](12 —16 Aliter haec constituit Vict. f 348a: πῶς — οὔσνς ῥητέον δὲ ὅτι ἠκηκόει παρὰ τῆς μητρός· οὐδέ ἕ φημι —φόνος ἐγγύθεν αὐτῷ (σ. 132. 33). Sequitur: τεύχεα καὶ κεφαλήn] τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν.) [*](23 Postrema Vict. (f. 352a) ita: κατὰ τὴν νέαν ἱστορίαν, ὅτι αὐτὸς αὐτῇ ἀἴτιος γέγονεν τοῦ γάμου.) [*](25 sqq. Scholium ad eundem versum ε 275 recurrentem pertinet. Quae enim nostro loco omni sensu carent ἀπρεπὲς ὁ δοκεῖ κτλ. (p. 226, lin 9), ibi optime ex ira qua Neptunus in Ulixem accensus est et e discordia quae inter eum et reliquos deos intercedit (ε 282 — 90) explicantur. Nihilominus, quoniam. prior scholii pars loco Iliadis optime respondet, codicem B⟩ secuti edidimus. Quae uncinis inclusimus ex ipso Porphyrio hausta esse e schol. Υ 67, de eadem re eodem fere modo agene, apparet. Satis antiquis iam temporibus de huius versus quae videbatur difficultate quaesitum esse, Aristoteles docet, poet. 25, p. 1161 α 20: καὶ τὸ οἴη δ’ ἄμμορος κατ μεταφοράν· τὸ γὰρ ἄμμορόϲ ἐϲτι.)

226
τῆϲ Ἄρκτου λόγον φάϲκοντοϲ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, καθόλου γὰρ πάντα τὰ ἐντὸϲ τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δ’ ἄν ἐκ τῆϲ ἀναφορᾶϲ τῶν πρὸϲ ἃ εἴρηται διὰ τῆϲ λέξεωϲ· εἰρημένου γὰρ Πληιάδαϲ Θ’ Ὑά δαϲ τε τό τε ϲθένοϲ Ὡρίωνοϲ Ἄρκτον θ’ ἣν καὶ Ἄμαξαν ἐπίκληϲιν καλέουϲιν, ἦ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει, τὸ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρ ῶν πρὸϲ ταῦτα τὰ ῥηθέντα ἄϲτρα καὶ τὰ ϲυγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ οἷ , εἶτα ἡ δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύϲιϲ ὑπάρχει. ἀπρεπὲϲ δὲ δοκεῖ τὸ τῶν παρὰ θεοὺϲ τὰ πλεῖϲτα παρ’ Ὁμήρῳ λελέχθαι. ὧν ἡ λύϲιϲ κατὰ τὸ πλεῖϲτον ἀπὸ ἔθουϲ λαμβάνεται· ἐξ ἔθουϲ γάρ τινοϲ τοῖϲ ποιηταῖϲ παρακεχώρηται καὶ τοῖϲ ζωγράφοιϲ καὶ τοῖϲ πλάϲταιϲ ἀνθρωποπαθείαϲ τῶν θεῶν διατυποῦν καὶ μάχαϲ αὐτῶν πρὸϲ ἀλλήλουϲ καὶ θητείαϲ καὶ ἀλλοιώϲειϲ διαμυθολογεῖν.

490. γ 7.

[*](Vat. ζητ. ζ΄ *B f. 257b ad ἑτέρην πόλιν)

509 sqq. πολλῆϲ ταραχῆϲ πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα·

  • τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύο ϲτρα τοὶ εἵατο λαῶν,
  • 510 τε ύχεϲι λαμ πόμενοι, δίχα δέ ϲφιϲιν ἥνδανε βουλή,
  • ἠὲ διαπορα θέειν ἢ ἄνδιχα πάντα δάϲαϲθαι,
  • κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει.
  • οἱ δ’ οὔπω πείθον το, λόχ ῳ δ’ ὑπεθωρήϲϲοντο.
  • τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπιο τέκνα
  • 515 ῥύα τ’ ἐφεϲταότεϲ, μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ.
  • οἱ δ’ ἴϲαν, ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ Παλλὰϲ Ἀθήνη
  • ἄμφω χρυϲείω, χρύϲειο δὲ εἵματα ἕϲθην,
  • καλὼ καὶ μεγάλω ϲὺν τεύχεϲιν ὥϲ τε θεαώπερ,
  • ἀμφὶ ϲ ἀριζήλω, λαοὶ δ’ ὑπολίζονεϲ ἦϲαν.
  • 520 οἱ δ’ ὃ τε δή ῥ’ ἵκανον, ὅθι ϲφίϲιν εἶκε λοχῆϲαι
  • ἐντὸϲ ποταμ ῷ, ὅθι τ’ ἀρδμὸϲ ἔην πάντεϲϲι βοτοῖϲιν,
  • ἔν θ’ ἄρα τοίγ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ.
  • τοῖϲι δ’ ἐπειτ’ ἀπάνευθε δύω ϲκοποὶ εἵατολαῶν,
  • [*](8 δὲ οι εἶτα ἥ δ’ cod. οἶ conieci 18 δίχα δέ ϲφιν ἤνδανε βουλή B, qui versibus qui sequuntur omissis ita pergit: μέχρι τοῦ ἐντὸϲ δ’ ἐτίθει νεῖον μαλακὴν πίειραν ἄρουραν (v. 541). ταράϲϲει γὰρ κτλ. δὲ ϲφίϲιν V 21 ὑπερθωρήϲϲοντο V 25 ἥϲθην V 28. 29 in V post ἵκανον fuit ἐντὸϲ ποταμῶ, quae a versu sequenti aberant; huic addidit, illic delevit V 2 29 πάντεϲι V 30 ἵζοντο V) [*](γνωριμώτατον μόνον. Aliae solvendi rationes e Strab. l, p. 3 C et Apollon. v. ἄμμορον peti possunt.) [*](2 sqq. Cf. A Σ 489 intermarg. : οἴη] ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ δύνοντα, f. 257a ad οἴ : τὸ οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζώδια, ἀλλὰ πρὸς μόνα τὰ τῇ ἀσπίδι ἐντ ἐντετυπωμένα· εἰσὶ γὰρ καὶ ἄλλα μὴ δύνοντα. Apollon. l. c.: . . . . ἢ πρὸς τὰ προειρημένα τὴν σύγκρισιν ποιεῖται . . . .) [*](9 —14 V. ad p. 225, 25.)
    227
  • δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικαϲ βοῦϲ.
  • οἱ δὲ τάχα προγένοντο , δύω δ’ ἅμ’ ἕπον τὸ νομῆεϲ 525
  • τερπόμενοι ϲύριγξι, δόλον δ’ οὔτι προνόηϲαν.
  • οἱ μὲν τὰ προιδόντεϲ ἐπέδραμον, ὦκα δ’ ἔπ
  • τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλαϲ καὶ πώεα καλὰ
  • ἀργεννῶν ὀίων, κτεῖνον δ’ ἐπιμηλοβοτῆραϲ.`
  • οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλα δον περὶ βουϲὶν 530
  • ἱράων προ πάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων
  • βάντεϲ ἀερϲιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο.
  • ϲτηϲάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθαϲ,
  • βάλλον δ’ ἀλλήλουϲ χαλκήρεϲιν ἐγχείῃϲι
  • καὶ τὰ ἑξῆϲ. ταράϲϲει γὰρ τοὺϲ πολλούϲ οἱ δύο ϲτρατοὶ ἆρὰ γε πολέμιοί εἰϲι τῶν κατοικούντων καὶ ἀλλήλοιϲ φίλοι, ἢ εἰϲ μὲν τῶν ἐκ τῆϲ πόλεωϲ, ὁ δ’ ἕτεροϲ πολέμιοϲ καὶ πρὸϲ τίναϲ διχονοοῦϲιν, ἆρά γε πρὸϲ ἀλλήλουϲ ἢ πρὸϲ τοὺϲ ἔνδον καὶ ἐπὶ τίνων τὸ οἱ δ’ οὔπω πείθοντο (v. 513 ); ἆρά γε τῶν εἴϲω ἢ τοῦ ἑτέρου ϲτρατοῦ καὶ πάλιν ἐπὶ τίνοϲ τὸ λόχῳ δ’ ὑπεθωρήϲϲοντο (v. 513). ἆρά γε ὁ ἕτεροϲ τῶν ϲτρατῶν ἢ οἱ ἔνδον καὶ τίνων οἱ ϲκοποί καὶ τίνων ἡ λεία πῶϲ τε, εἰ τῶν ἐνδον ἡ λεία, ὁ λόχοϲ παρ’ αὐτῶν καὶ τίνεϲ οἱ ἐπεξιόντεϲ ἆρα οἱ δύο ϲτρατοὶ ἢ οἱ ἕτεροι ὅλωϲ τε τίϲ ἡ διατύπωϲιϲ τῆϲ πλάϲεωϲ;

    ἐντὸϲ τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φηϲιν Ἀλέξανδρϲ ὁ Κοτυαεύϲ, ὅτι δύο ϲτρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντεϲ αὐτὴν ἢ τὰ ἡμίϲη λαβόντεϲ ἀπιέναι· οἱ δ’ ἔνδον ὄντεϲ οὐκ ἐδέχοντο τὴν πρόκληϲιν. „οἱ οὖν πολέμιοι,“ φηϲὶν, ,ἐνέδραν τινὰ ἐποιήϲαντο τοῖϲ ποιμνίοιϲ καὶ τοῖϲ βουκολίοιϲ, ἃ ἦν κτήματα τῶν ἐντὸϲ τῆ πόλει. εἶτα ἀξιοῖ τὸ μὲν οἱ δ’ οὔπω πείθοντο (v.513) ἀκούειν περὶ τῶν ἐντὸϲ τῆ πόλει, τὸ δὲ λόχῳ δ’ ὑπε θωρήϲϲοντο περὶ τῶν πολεμίων, καὶ τὸ οἱ δ’ ἴϲαν (v. 516) περὶ τῶν πολεμίων τῶν εἰϲ τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ ϲκοποὶ τῶν πολεμίων εἰϲί· τὸ δὲ οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουϲὶν (v. 530) ἐπὶ τῶν ἐντὸϲ [*](1 ὅποτε V; cuius verbi syllabam postremam et verba sequentia usque ad βοῦϲ humiditate deleta in textu V2 rescripsit 2. 3 inde a syll ἐϲ verbi νομῆεϲ usque ad οὔτι hum. del. V2 in textu rescrps. 5 τάμνοντο V 6 ἀργενῶν V 8 ἱρά . . . . . άροιθε V1, ἱράων προπ V in marg. 10 ϲτηϲάμενοι . . μάχοντο V1 , δ’ 5 V2 in marg. 12 καὶ . . ἑξῆϲ V1, τὰ text. add. V2 τοὺϲ πολλοὺϲ κτλ. interpunxi Kammer., p. 99, secutus 13. 14 ἢ εἶϲ μὲν πολέμιοϲ ὁ δ’ ἕτεροϲ τῶν ἐκ τῆϲ πὁ . . ωϲ V 16 γε om. V 20 ἆρ’ οἱ V1 21 τοῦ πλάϲματοϲ V 22 ἐξηγτικῶν (sic) B⟩ brevius V. ἀλέξιοϲ μὲν ὁ κοτ. οὕτω φηϲί· δύο ϲτρατοὶ κτλ. 23 παρεκάθηντο B⟩ 25 ἐνέδραν τινα BV 26 τῶν ποιμνίων καὶ τῶν βουκόλων V 29. 30 περὶ τῶν εἰϲ ἐνέδραν ἀπιόντων πολεμίων V 30 ἐνέδραν B⟩) [*](31 παρὰ βουϲὶν B⟩) [*](22 sqq. Eust. Σ, p. 1159, 25 sqq.)

    228
    τῆ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐντὸϲ ἐκκληϲίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντεϲ τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ ἱρά ων προπάροιθε κα θήμενοι (ν. 53) ϲημαίνει τῶν ἐκκληϲιῶν, ἐντὸϲ αἷϲ εἴρουϲι καὶ ἐκκληϲιάζουϲιν. ὅτε δ᾿ αὐτοῖϲ ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουϲι, καὶ ἐξελθόντεϲ ϲυμβάλλουϲι μάχην.

    εἶχε δ᾿ ἂν πιθανότητα ἡ διατύπωϲιϲ, εἰ μὴ πρῶτον μὲν βεβιαϲμένη ἡ ἀπόδοϲιϲ ἦν τοῦ τοιούτου ϲτίχου· οἱ δ᾿ οὔπω πείθοντο, λόχ ῳ δ᾿ ὑπεθωρήϲϲοντο. τὸ μὲν γὰρ οἱ δ᾿ οὔπω πείθοντο ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ λόχῳ δ᾿ ὑπεθμρήϲϲον το περὶ τῶν ἐκτόϲ, ἵν ἦ τὸ οἱ δ᾿ οὔπων πείθοντο ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰϲ λόχον ἐθωρήϲϲοντο οἱ τὰϲ προκλήϲειϲ ποιούμενοι. τὸ δὲ οἱ δ᾿ πὔπω πείθοντο ἂν ἀκούωϲιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον. πάλιν δὲ μεταξὺ τοῦ λόχῳ δ᾿ ὑπεθωρήϲϲον το καὶ τοῦ οἱ δ᾿ ἴϲον ἐμβεβλῆϲθαι φάϲκειν περὶ τῶν ἐνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ᾿ ἀϲθενείαϲ, ἔϲτιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχωϲ. πάντωϲ δὲ καὶ ὁ λόχοϲ οὐκ ἐκ πάντων ἦν τῶν ἐντὸϲ τοῖϲ δύο ϲτρατοπέδοιϲ, ἀλλὰ τινῶν· πῶϲ οὖν ὑπεξίαϲιν οἱ ἐντὸϲ τῇ πόλει, φανερῶϲ τε καὶ ἀδεῶϲ τῶν πολιορκούντων κωλυόντων;

    ἀμείνουϲ οὖν οἱ οὕτω διατυπώϲαντεϲ τὸ πλάϲμα· δύο ϲτρατοὶ ἐπελθόντεϲ πόλει τὴν λείαν περιήλαϲαν, καὶ τὴν πόλιν πολιορκοῦντεϲ ἀξιοῦϲι τῶν ἐντὸϲ αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμιϲυ ἐφ᾿ ᾧ τε καταθέϲθαι τὸν πόλεμον. οἱ δ᾿ ἐντὸϲ τῆ πόλει οὐκ ἐπείθοντο, ἀλλ᾿ ἐνεδρεύϲοντεϲ ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλαϲαν. οἱ πολέμιοι δὲ ϲτρατοί, καίπερ ἐκκληϲιάζοντεϲ, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντεϲ ἐπῆλθον αὐτοῖϲ. ὅτι γὰρ αὐτοί εἰϲι (λέγω δὲ οἱ ϲτρατοί) ἐκκληϲιάζοντεϲ, δεδήλωκε περὶ αὐτῶν εἰπών δίχα δέ ϲφιϲιν ἥνδανε βουλή [*](1 ἐκκληϲίαιϲ V 3 τῶν om. B 3. 4 εἴρουϲι καὶ ἀγορεύουϲιν V 6. 7 πρῶτα μὲν βεβ. ἦν ἡ ἀπὀδ, V 11 — 13 τὸ δὲ — βίαιον recte uncinis inclusit Kamm., p. 99 13 sqq. καὶ τοῦ inserui; B om. (14) ὅτι εἰ ⟨in ras.⟩ ἀπόλεμοι ἐτ. B; corr. Bekk. V post ὑπεθωρήϲϲοντο ita: ἐμβεβλῆϲθαι φάϲκειν περὶ τῶν ἔνδον τὸ οἱ δ᾿ ἴϲαν ἔϲτιν ἐλεγχόντων κτλ. lin. 15 16 καὶ ὁ om. B 17 δυϲὶ V 19 — 21 litteras οὖν οἱ οὕτω διατυπώϲαντεϲ τὸ π et καὶ (bis scrpt.) τὴν πόλιν πολιορκοῦντεϲ ἀξιοῦ humidItate deletas in textu rescripsit V2 (19) πλᾶϲμα V 21 τῶν κτημάτων τῶν ἐντὸϲ αὐτῇ V ἐφ᾿ ᾧ γε V 22 ἐνεδρεύϲαντεϲ codd. corr. Kamm., p. 100 23 ποτὸν B 24 καίπ. V1, ερ V2 in marg. 25 αὐ . . . εἰϲὶ V1. τοι V2 in marg. λέγει V1, ω supra ει scrps. V2 ἐκκληϲιάζοντα. V 26 ἥν ανε V1, ὁ V2 in marg.) [*](19 sqq. B f. 257ᵇ ad τὴν δ᾿ ἑτέρην Σ 509 (id. fere Vict. f. 355a): οὕτως ἐξηγητέον· πόλιν τιν περικαθεσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο ἠνάγκαζον δὲ καὶ τὴν κτῆσιν διανείμασθαι τοῦς πολίτας ἐπὶ τῷ παῦσαι τὸν πόλεμον, οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων ⟨ἐλόχουν B⟩, ὁπότε ἥξουσι τὰ θρέμματα αὐτῶν ἐπὶ νομήν, ἵνα ἀφέλοιντο τῶν πολεμίων. καὶ ὁ τοῦτο τοιοῦσιν, οἱ δὲ τὸν θόρυβον ἀκούσαντες — ἔτυχον γὰρ περὶ τούτου σκοποῦντες, πότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσοιεν — ἐπι τῶν ἵππων συνψαν πόλεμον. Cf. Eust., p. 1159, 18 sqq.)

    229
    (v. 510). ἀκολούθωϲ δὲ εἴρηται ἐπὶ τῶν ἐντόϲ, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰϲ δὲ λόχον καθωπλίζοντο, παραδόντεϲ τοῖϲ ἀϲτρατεύτοιϲ τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ οἱ δ’ ἴϲαν ἐπὶ τῶν ἐκ τῆϲ πόλεωϲ ἀκολούθωϲ ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προϲδοκῆϲαι τοῖϲ ἔξω ἀνοχὰϲ ἔχουϲι τοῦ πολέμου καὶ ἐκκληϲιάζουϲιν. αὐτῶν τε οἱ ϲκοποὶ τῶν εἰϲ τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖϲ ϲύριγξι νομεῖϲ εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐντὸϲ τῇ πόλει, παράλογον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθωϲ ἀπελθόντων τῶν ϲτρατῶν, περικάθηται μὲν οὐδεὶϲ τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται.

    ἄλλοι δὲ ἠξίουν τῶν δύο ϲτρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεϲθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίϲη δοῦναι τῶν ἐντὸϲ τῆ πόλει κτημάτων, τούϲ δὲ πολεμίουϲ μήπω πείθεϲθαι ἀλλὰ βουλεύεϲθαι· ὧν βουλευομένων, λόχον αὐτῶν τῆ πόλει ϲυϲτῆϲαι τοὺϲ τῶν ἔνδον φίλουϲ ϲτρατιώταϲ. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡϲ ἐπιόντι ϲοι κατ’ αὐτὰ τὰ ἔπη ἔϲται δῆλον, ὥϲτε ἡ δευτέρα ἀπόδοϲιϲ ἔχει τὰ τῆϲ Ὁμηδιανοίαϲ.

    ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίϲκον ϲτίζειν ἠξίουν ἐπὶ τοῦ

  • τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
  • ῥύατ’ ἐφεϲταότεϲ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ
  • (v. 514. 15) μετὰ τὸ ῥύατο, εἶτα ϲυνῆπτον τὸ ἑξῆϲ· ἐφεϲταότεϲ [*](1 δὲ om. P ἐπεὶ τῶν ἐκτόϲ B⟩ 2 ὡπλί. .ν. . . . .αδόντεϲ V V1, ζοντο παρα V2 in marg. 3 ἐπὶ τῶν om. V 4 ἦν in textu paene deletum in marg. repetivit V2 6 ϲκ . .οὶ V1, κοποὶ V in marg. ἐξιόντων V 8 παρὰ λόγον V 9 ἐπελθόντων B⟩ 10 περικάθηται conieci παρακάθητο B, παρα V; περικάθητο Vill. 11 εἶναι φίλιον V 13 ἀξιοῦν V 14 βουλεϲθαι, εύ supra ε scrpt., V 15 αὐτῶ V τῇ πόλει deleri iubet Kamm. 16. 17 κατ’ αὐτὴν τὰ ἔπη B⟩ 17 ἔϲτι B⟩ ἔχεται pro ἔχει τὰ coni. Bekk. 20 ϲτίζειν ἠξίουν post γῆραϲ (lin. 22) coll. V 21 θεῖχοϲ V 23 ἐξῖϲ B) [*](11 sqq. Discrepat tertia explicandi ratio ab Eust., p. 1159, 28 sqq ., allata.) [*](19 Quae sequntur usque ad finem scholii excerpsit Eust., p. 1159, 61 sqq.) [*](20 sqq. B⟩ f. 257 ad ῥύατ v. 515: τινὲ εἰς τὸ ῥύατο στίζουσιν, ἵνα τῷ ἀνέρες μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες, ἵνα ὅ ἔδει ἐπάγεσθαι, τοῦτο ἐντὸϲ μέσῳ κέηται ⟨Vill. κεῖται cod.) ἔδει γὰρ μετὰ δ’ ἀνέρες ἐφεσταότες [ὁ Πλάτων δὲ ἐντὸϲ τοῖς νόμοις κτλ., quae huc non pertinent]. Eadem fere † Vict. f. 355b: τινὶς εἰς τὸ ῥύατ’ στίσουσιν. δεῖ ἐπάγεσθαι, τοῦτο ἐντὸϲ μέσῳ κεῖτα· ἔδει γὰρ μετὰ δ’ ἀνέρες ἐφεσταότες. τὸ εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ φοῖβος Ἀπόλλων καὶ ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφεγέθων κε ῥέπθσο Κώκυτός τε. [πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδκεν, ὡς ἐντὸϲ τῷ μήτε τις οὖν θήλεια θεὸς κτλ. (cf. Bdekk. p. 510 β 40 —44), quae alinde illata sunt[] . Parmeniscum, cuius rationi in utroque scholio excerpto alia quaedam ex eadem quaestione petita (v. ad p.230, 21) adhaeserunt, h.l.e Nicanore afferri, schol. A. v. 514 (II, p. 175, 15 Dind ) docet.)
    230
    μετὰ δ’ ἀνέρεϲ Οὓϲ ἔχε γῆραϲ. ,,ἐὰν γὰρ τοῖϲ ἄνω,“ φαϲὶ, ,,ϲυνάψωμεν, ϲολοικιϲμὸϲ ἔϲται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑϲταότεϲ ἀρϲενικόν. ἐδυνάμην οὖν φάναι πρὸϲ αὐτούϲ, ὅτι καὶ οὕτωϲ Ὅμηροϲ πολλὰ ϲχηματίζει· καὶ αὐτὸϲ γὰρ λέγει κλυτὸϲ Ἱπποδάμεια (B 742) καὶ θῆλυϲ ἀυτμή (? ζ 122) καὶ ὁλοώτατοϲ ὀδμή (δ 442) καὶ ὄπα χάλκεον (C 222) καὶ ἁλὸϲ πολιοῖο (Υ 229 ), καὶ ἐπὶ δυικῶν· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ( Θ 455). ἄλλωϲ τε ἐντὸϲ τοῖϲ τέκνοιϲ καὶ οἱ ἄρϲενέϲ εἰϲι· τί οὖν κωλύει πρὸϲ τὸ ϲημαινόμενον ἀπηντηκέναι, ὡϲ ἐπ’ ἄλλων μυρίων οἷον· νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔπ οτ’ ἐρωεῖ (μ 74)· πρὸϲ γὰρ τὸ νέφοϲ ἡ ἀπόδοϲιϲ. πάλιν ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐ π’ ἀριϲτερὰ νωμῆϲαι βῶν ἀζαλέην, τὸ μοί ἐϲτι ταλαύρινον πολεμίζειν (H 238) πρὸϲ γὰρ τὸ ϲάκοϲ ἡ ἀναφορά. καὶ εἰπὼν ἐπ’ εἰροπόκοιϲ ὀίεϲϲιν ἐπάγει τὰ δ’ ἐρῆμα φοβεῖται (Θ 137. 140) πρὸϲ γὰρ τὰ πρόβατα τὸ ϲχῆμα. καὶ ἐνταῦθα οὖν πρὸϲ τοὺϲ παῖδαϲ φαίη ἄν τιϲ εἶναι τὴν ἀναφοράν. ἐντὸϲ δὲ τοῖϲ ὑποκειμένοιϲ καὶ δύο ϲχήματα ἔμιξεν, ἐπὶ τοῦ
  • διάνδιχ’ ἅπαντα δάϲαϲθαι
  • κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει
  • ( C 511. 12) τὸ γὰρ ἅπαντα πρὸϲ τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅϲην πρὸϲ τὴν κτῆϲιν. ἐμοὶ δὲ δοκεῖ παραπλήϲιόν τι νῦν κἀνθάδε [*](3 ἢ οἦν δυνάμει V1, δυνάμεθα οὖν V2 in marg. 4 κλυτὸϲ ex κλυτὴ corr. V1 7 ἡμετέρων V 8 ἀνέρεϲ εἰϲὶ B⟩ 10 ποτ’ V , corr. V 2 11 δεξὰ B) [*](12 βὼν V 14 τάδ’ ἔρημα φοβεῖϲθαι V 15 τὸ ϲχῆμα δηλούμενον (infra. μενον quinque punctis positis) καὶ ὧδε οὖν πρὸϲ τ. παῖδαϲ V 16. 17 καὶ — ἐπὶ τοῦ in V humiditate deleta in textu rescrps. V2 18 διάνδιχα πάντα codd. 19 κτῆϲιν ὅπωϲ V πτολ. — ἐέργει humid. deleta in text. rescrps. V2 20. 21 ἀναφέρεται πρὸϲ τὸ(?) κτήματα V) [*](3 — 7 Exempla σχήματος Ἀττικοῦ quod vocatur huc collata, quae etium aliis cum scholiorum tum Eustathii locis (cf. praeterea P lut. V . Hom. c. 42) re- ex Aristarcho petita sunt (v. Friedl., Ariston., p. 31 ). ld unum h. l. notandum, pro θῆλυς ἀντμή in schol. A Σ 222 θερμὸς ἀντμή] (hymn. in Merc. 110), apud Plutarchum θῆλυς ἐέρσ (ε 467) legi. Θῆλυς ἀντμή etiam Eust., p. 1160, 5, legit.) [*](8 sqq. Nicanorem sequitur (v. ad p. 229, 20) ab Aristarcho (v. Freidl. ’ l. c. p. 32) de figura πρὸς τὸ σημαινόμενον vocata non dissentientem. —Cf. Plut. l. c. cp. 45.) [*](21 sqq. †A f. 249 ad 515: τὸ ἐφεσταότες πρὸ τὸ ἀαότες ἢ δύναται παραπλήσιόν τι τῷ Ἀλκμανικ πεπονθέναι σχήματι· ἐθα μὲν εἰς Ἀχέροντα Πυρι φλεγέθων ⟨πυρὶ φλεγέθον cod. ⟩ τεῥέουσι Κώκυτός θ′, ἢ δέ χ’ Ἄρη ἄρχωσι μάχης. διαφέρει δὲ το Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖ κατ’ ἀριθμὸ σχήμασιν ἀπιπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα ⟨ἀμφότεροι cod.⟩ λύεται ⟨in ras.⟩. Cf. postrema verba scholiorum B et Vict. ad p. 229, 20 collatorum, quae cum Parmenisci ratione male coaluerunt. )
    231
    πεπονθέναι τὴν φράϲιν τῷ λεγομένῳ Ἀλκμανικῷ ϲχήματι, ὅπερ ἐϲτὶ τοιοῦτον· ἔνθα μὲν εἰϲ Ἀχέροντο Πυριφλεγέ Θων τε ῥέουϲι Κώκυτόϲ τε (κ 513). εἰ δέ κ’ Ἄρηϲ ἄρχωϲι μάχηϲ ἢ Φοῖβοϲ Ἀπόλλων ( γ 138). ὥϲπερ γὰρ ἐντὸϲ τούτοιϲ ἐντὸϲ μέϲῳ κεῖται ὃ ἔδει ἐπάγεϲθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ ἐφεϲταότεϲ ἐπαγάγωμεν τῷ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ, οὐδ’ ἄν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖϲ παρ’ ἀριθμὸν ϲχήμαϲιν ὑποπίπτει, τοῦτο δὲ τοῖϲ παρὰ γένοϲ, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

    515. ad v. 509 sqq., p. 229, 2 et p. 230, 21.

    572. ad N 443.

    591. 92. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶϲ ὁ θεὸϲ τὸν ἄνθρωπον[*](B f. 259 ad τῷ L f. 410a. Vict. f. 358b.) μιμεῖται. καὶ οἱ μὲν ψιλοῦϲι τὸ οἶον, ϲυνάπτοντεϲ αὐτὸ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίϲτου ποιοῦντεϲ τὸν Δαίδαλον, ἵν ’ . ᾖ· τούτῳ μόνον ὁ Δαίδαλοϲ ἐποίηϲεν ὅμοιον χορόν, ὁ δὲ Ἥφαιϲτοϲ δηλονότι πολλὰ τοιαῦτα εἰργάϲατο. ἢ τάχα ἔξεϲτιν ἐκεῖνο φάϲκειν, ὅτι ἐπεὶ πρώην διακεχωριϲμένωϲ ἐχόρευον ἄνδρεϲ τε καὶ γυναῖκεϲ, οἱ μετὰ Θηϲέωϲ ϲωθέντεϲ ἐκ τοῦ λαβυρίνθου ἠίθεοι παρθένοιϲ ἀναμὶξ ἐχόρευϲαν, περ ὁ θεὸϲ ἐμιμήϲατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴϲωϲ δὲ καὶ διδάϲκει ὁ ποιητήϲ μιμεῖϲθαι τὰ χηρϲτά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

    609. διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακοϲ φράζει, φαμὲν ὅτι ἔφθη[*](B f.259b ad θώρηκα.) [*](1 τ.ν V ὅπέρ ἐϲτι B⟩ V 2 ῥ . . .ϲι V1, ῥέου in marg. V V2 4 ἐντὸϲ . .ϲω V1, , μέϲω V2 in marg. ὃ ex ἡ corr V2 6 ἐπ . .ἀγη . τῶ V1, ἐπαγάγηϲ τῶ V2 in marg. 7 όνω V1, μόνῳ V2 in marg. ἢ B, ἣ V 8 ὑπερβατῶϲ V 13 — 16 καὶ οἱ μὲν — εἰργάϲατο uni Vict. debentur, qui reliqua ita. constituit: ἄμεινον δὲ ἐκεῖνο φάϲκειν, ἐπεὶ πρώην χορευόντων ἀνδρῶν καὶ. γυναικῶν πρῶτοι οἱ μετὰ Θηϲέωϲ κτλ. 18 ϲυνθέντεϲ L 20 ἦεν L) [*](1 sqq. De locis figura Alcmanica explicandis cum A ristarcho consentit, v. Ariston. Υ 138.) [*](6 sqq. † A Σ 515 (v. ad p. 230. 21). 13—16 E Nicanore hausta esse videntur, qui schol. A v. 591 rationes eorum, qui τῷi ἴκελον οἷον scribi iusserunt, refutat Eo minus huc referre dubitavi, quod etiam ea quae sequuntur alteri explicationi a scholio Nicanoreo allatae respondent.) [*](16 sqq. †Eust. Σ, p. 1166, 16 sqq. — Cf. Nicanor l. c. extr.: . . . . καὶ τάχα ὄμοιόν τι εἶχεν ἡ κατασκευή, ὅτ ἐξ ᾐθέων καὶ παρθένων, ἢ ὅτι ὀθόνας εἶχον καὶ στεράνας. Paullo aliter ** B f. 259ᵇ ad Ἀριάδνῃ v. 592 (id. A v. 590 et schol. min. c. l. ἐ δὲ χορὸν ποίκιλλε): . . . . ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠιθέων καὶ παρθένων χορὸ τοιοῦτο ἔπλεκεν ἐντὸϲ κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λ;βυρίνθου εἴσοδός τε καὶ εξοδος ἐγεγόνει, ἧς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος ἀυτοῖς ὑποδείξας ἐποίησεν . . . . , quae in scholio leguntur quodk ad Porphyrium referri nequit.) [*](21 sqq. Eust. Σ, p. 1167, 43 sqq, et schol. Vict. f. 359a (incipit: ἔφθη ἐκφράσαι τὸν Ἀγ. θώρακα κτλ.) collatis, dubitari potest an quaestionis forma extrinsecus sit addita.)

    232
    ἐκφράϲαι τὸν Ἀγαμέμνονοϲ θώρακα (Λ 19 sqq .), ὃϲ καὶ αὐτὸϲ ἡφαιϲτότευκτοϲ ἦν, καὶ νῦν οὐ φράζει, ὡϲ καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήϲαϲ (Ψ 164 sqq.) τὴν Ἕκτοροϲ παρέδραμεν.

    [*](A v. 83 c.l. Πηλείδη μὲν ἐγὼν ἐνδείξομαι. L f. 412b.)

    40. Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι Ἀχιλλεὺϲ πρὸϲ τὸ ϲυγκαλέϲαι τοὺϲ ὄχλουϲ. ῥητέον οὖν τι ἔθοϲ ἐϲτὶν ἀρχαῖον αὐτό οὕτωϲ γοῦν καὶ ἐντὸϲ τῆ Α ῥαψῳδίᾳ (54 ) αὐτὸϲ Ἀχιλλεὺϲ ϲυγκαλεῖ. ἄλλωϲ τε διὰ τὴν χαρὰν μετὰ ϲπουδῆϲ ϲυνδεδραμήκαϲιν οὐδὲ τοὺϲ κήρυκαϲ ἀναμείναντεϲ.

    [*](*B f. 261 ad ἀϲκελέωϲ. L f. 412b Cf. EQ α 68, II.)

    68. ἀντὶ τοῦ ἄγαν ϲκληρῶϲ· ϲκέλλειν γάρ ἐϲτι τὸ ϲκληροποιεῖν, καὶ ὁ ϲκελετὸϲ κατεϲκληκὼϲ διὰ τὴν ἀϲαρκίαν, καὶ Ἀϲκληπιὸϲ διὰ ϲτέρηϲιν μετὰ ἠπιότητοϲ, ὁ διὰ ἰατρικῆϲ μὴ ἐῶν ϲκέλλεϲθαι. οἱ δὲ ἀπέδωκαν ἀϲκελέωϲ ἀδιαλείπτωϲ κατὰ μέμψιν· τὸ γὰρ ἀϲκελέϲ ἄβατον ἀπόρευτον.

    [*](Vat. ζητ. κδ΄ *B f. 261 b ad φεύγων. L f. 412a, II.)