Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίν ἤρξατο καὶ μὴ ἀπὸ τῶν [*](B f. 1b.) πρώτων ὁ ποιητήϲ. καί φαμεν ὡϲ ϲποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι [*](Lp f. 52b (v. 36).) καὶ οὐδὲ περὶ πόλεων μεγίϲτων· οἱ γὰρ Τρῶεϲ Ἀχιλλέωϲ παρόντοϲ οὐδέποτε ἐξῄεϲαν τῶν πυλῶν, καὶ ϲχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐπέλεϲαν [*](Cf. Cramer, An. Ox. IV, p. 403, 4.) τὰϲ ὁμορούϲαϲ πολίχναϲ οἱ Ἕλληνεϲ διαϲτρέφοντεϲ· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐ ἦν μὴ παρούϲηϲ ὕληϲ τῷ λόγῳ. λέγουϲι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεϲθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖϲθαι.

ἔτι ζητεῖται διὰ τί ἀπὸ δυϲφήμου ὀνόματοϲ τῆϲ μήνιδοϲ ἄρχεται. ἐπιλύουϲι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτωϲ, ὅτι πρέπον ἐϲτὶ τῇ ποιήϲει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγῖρον καὶ προϲεχεϲτέρουϲ ποιοῦν, εἰ μέλλει πολέμουϲ καὶ θανάτουϲ διηγεῖϲθαι ἡρώων.

πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέωϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀριϲτεύοντοϲ οὐκ Ἀχίλλειαν ὡϲ Ὀδύϲϲειαν ἐπέγραψε τὸ ϲωμάτιον. φαμὲν δ᾿ ὅτι ἐκεῖ μέν, ἅτε μόνωϲ ἐφ᾿ ἑνὸϲ ἥρωοϲ τοῦ λόγου πλακέντοϲ, καλῶϲ καὶ τοὔνομα τέθειτα, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺϲ [*](1 Schol. B numerator decimum et tertium, qui numerous (ιγ΄) textui non adscriptus est (ιβ΄ ad Ἀτρείδῃ v. 24, ιδ΄ ad ἀλλὰ κακῶϲ v. 25) Lp inc.: ζητεῖται ὄπιϲθεν διὰ τί κτλ., quibus verbis indicator scholium ad initium carminis pertinere 4 ἐξή.εϲαν (post η rasura) B πυλῶν, υ e corr., Lp ϲχεδῶν Lp 5 τὰϲ δὲ ὁμ. π. Lp 7 δὲ evan. B 12 μέλλοι codd. post ἡρώων sign. scholii finite (: —) B, id. verbo πάλιν novam lineam incipit 13 ὡϲ om. Lp 14 ἔγραψε Lp 1—8 † A Α 1 („Schol. nanus recentioris in marg. exterior intra ornamentum circumpictum“ Dind.): διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο 〈ἤρξαντο cod., Ludwich, Mus. Rh. XXXII p. 19〉; καί φαμεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους 〈δεκαετοῦς cod., Ludw. p. 17〉 οὐκ ἔσχεν οὕτω συνεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόρῳ τοῦ Ἀχιλλέως ἐντὸς κατακεκλεῖσθιαι τοῦ τείχους· τὸ δὲ δέκατον πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους 〈Dind. e codd., A ἰσοπάλου〉, τοῦ Ἀχιλλέως ὀργιζομένου. ὁ δὲ ποιητὴς οἰκονομικῶς καὶ ἐν 〈Ludw. p. 17〉τούτῳ ἤρζατο μὲν ἀπὸ τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα. Cf. Plut. V. Hom. c. 162. Eust. Α, p. 7, 9.) [*](6—8 cf. Porph. Μ 127: . . . . καὶ γὰρ οὗτος εἷς τρόπος ἑρμηνείας, ἐκ τῶν ὕστερον ἀρξάμενον ἀναδραμεῖν εἰς τὰ πρῶτα καὶ πάλιν συνάψαι ταῦτα τοῖς ὑστέροις κτλ., in quibus ad Α 1 recurritur.)

2
ἠρίϲτευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριϲτεύοντεϲ φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷοϲ ἦν δηλῶϲαι βούλεται ἀλλὰ ϲχεδὸν ἅπανταϲ, ὅπου γε καὶ ἐξιϲοῖ τιναϲ αὐτῷ. ἐκ τινὸϲ οὖν ὀνομάϲαι μὴ ἔχων αὐτό, ἀπὸ τῆϲ πόλεωϲ ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶϲ ὑποφαίνει ὄνομα.

[*](A. f. 12a c. l. μῆνιν ἄειδε.)

ζητοῦϲι διὰ τί ἀπὸ τῆϲ μήνιδοϲ ἤρξατο, οὕτωϲ δυϲφήμου ὀνόματοϲ. [*](Lp f. 52a c. l. μῆνιν.) διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν᾿ ἐκ τοῦ πάθουϲ ἀποκαθαριεύϲῃ τὸ τοιοῦτο [*](Cf. Cramer, An. Ox. IV, p. 403, 1.) μόριον τῆϲ ψυχῆϲ καὶ προϲετικωτέρουϲ τοὺϲ ἀκροατὰϲ ἐπὶ τοῦ μεγέθουϲ ποιήϲῃ καὶ προϲεθίϲῃ φέρειν γενναίωϲ ἡμᾶϲ τὰ πάθη μέλλων πολέμουϲ ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήϲῃ, ἐπεὶ δὲ ἔμελλε νικῶνταϲ ἀποφαίνειν τοὺϲ Ἕλληναϲ, εἰκότωϲ οὐ κατατρέχει, ἀξισπιϲτότερον ἐκ τοῦ μὴ πάντα χαρίζεϲθαι τῷ ἐκείνων ἐπαίνῳ.

2. v. ζητ. Vat. 17 (═ schol. *B Α 105) in fine operis.

[*](*B f. 1a ad προῒαψεν, Π.)

3.τὸ ολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προΐαψεν ἐναντίον φαίνεται τῶ μοῖραν δ᾿ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν (Ζ 488), ἔτι δὲ καὶ --- τῷ ψυχὴ δ᾿ ἠύτ᾿ ὄνειροϲ ἀποπταμένη πεπότηται (λ 222), εἰϲ Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ προΐαψεν ἐϲτὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα κυρία τοῦ ἀποθανεῖν οὔτε ἡ ψυχὴ μένει, ἀπόλλυται γὰρ εἰ διαφθείρεται. λύεται δὲ κατ’αὐτὴν τὴν λέξιν· τὸ προΐαψεν ἀποδιδόαϲί τινεϲ ἀντὶ τοῦ ἔπεμψε πρὸ ἄλλων --- τῷ ἅμματι καὶ τῷ .πτω --- τὸ γὰρ Ἄϊδι προϊαφεν ---

[*](B f. 1a ad προΐαψεν.)

ἐναντίον τῷ μοῖραν δ᾿ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. ἀλλ᾿ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν. ὡψ [*](Lp f. 52a c. l. προΐαψεν.) οὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέωϲ ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουϲτέον τὴν πρὸ τῆϲ ὡριϲμένηϲ τελευτήν· περπώδηϲ γὰρ ἀνθρώποιϲ θάνατουϲ ὁ ἐν γήρᾳ γινόμενοϲ· γῆραϲ γάρ φηϲι καὶ θάνατοϲ τά τ᾿ ἐπ᾿ ἀνθρώποιϲι πέλονται (ν 59). προΐαψεν [*](1 ἠρίϲτεθϲεν Lp 3 τινὰϲ αὐτῶν Lp μὴ ἔχων αὐτῶν B 5 μήνιδ. . . . ξατο Lp 6 ἀποκαταρρεύϲῃ A 8 προεθίϲῃ γενναίωϲ φερ. ἡμ. Lp 9 πολλέμουϲ A δεύτερον δὲ ἵνα Lp 11 τῷ ἐκείνων ἐπαίνων Lp 15 φημὶ πεφυγμένον praeter φ prioris et π alterius vocis detrita 16 post καὶ in extreme margine 6 fere litterae detritae ἠύ . . . . . ροϲ cod. 17 πεποτήαται cod., corr. Dind. 17—19 Verba miserrime detrita ut plurima discerni nequeant ita supplevi, ut sensui aliquatenus satisfieret 20. 21 inter ἀντὶ et τῷ 25 fere litterae evanuerunt; in medio fere spatio προ ἄλλων discernere mihi visus sum 22 post προΐαψεν breviores lineae sequuntur litterarum quae ita detritae sunt, ut paucissima tantum enucleare potuerim: ο τερα μεν (?) | λογίϲαϲθαι | ἑβαλ . . . ὅτι δὲ | εβαλετο τινεϲ? | 5 lineae prorsus desperandae | αποτροπ | πάθοϲ ὥϲτε | νῆεϲ . . . γὰρ | παντελεϲ | λέγε. Tum quae olim sequebantur intterciderunt marginis parte avulse 23 τῶν pro τῷ Lp 26 inter τὴν et τελευτήν In Lp 16 fere litterae evanuerunt 27. 28 verba γῆραϲ — θάνατοϲ in Lp discerni nequeunt 23 Haud scio an scholium h. l. editum partem olim effecerit quaestionis longe uberioris in codicibus nostris versui Ζ 488 adscriptae.)

3
νὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψαϲα Ἅιδῃ, τουτέϲιτ πρὸ τοῦ πρέποντοϲ ἀνθρώποιϲ θανάτου. ἢ περιττεύει ἡ πρό, ὡϲ τὸ νῆάϲ τε προπάϲαϲ (Β 493).

4. v. Herm. XIV, p. 237.

13. v. Ξ 200.

18. ἀπρεπὲϲ τὸ τὸν ἱερέα τοῖϲ μὲν οἰκείοιϲ καταρᾶϲθαι τοῖϲ δὲ [*](*B f. 1b ad μὲν.) ἐχθροῖϲ εὔχεϲθαι τὰ βέλτιϲτα vacuum spatium 5 fere litt. capax. ἡ δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖϲ πολεμίοιϲ γενόμενον καὶ ὑπὲρ τῆϲ θυγατρὸϲ κινδυνεύοντα πῶϲ οὐκ εἰκὸϲ τοιούτοιϲ λόγοιϲ χρῆϲθαι πρὸϲ τὸ ϲυμφέρον αὐτῷ;

διὰ τί ὁ Χρύϲηϲ κατὰ τῶν οἰκειών ηὔχετο; λέγομεν ὅτι πρῶτον [*](A f. 12a c. l. εὗ δ᾿ οἴκαδ᾿ ἱκέϲθαι.) μὲν ἔδει κολακεύειν τὸν τύραννον καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶϲαι, δεύτερον δὲ ὅτι διὰ τοὺϲ Τρῶαϲ ἀπολωλέκει τὴν θυγατέρα, ὅθεν εὐλόγωϲ κέχρηται ταῖϲ ἀραῖϲ κατ᾿ αὐτῶν.

31. ἀπρεπὲϲ τὸ τὸν βαϲιλέα περὶ τῆϲ αἰχμαλώτου λέγειν, καὶ ταῦτα [*](*B f. 2a ad τὴν δ᾿ ἐγὼ.) ἔχοντα γυναῖκα καὶ παῖδαϲ ἐξ αὐτῆϲ. λύεται δὲ καθ᾿ οὓϲ μὲν ἐκ τῆϲ λέξεωϲ· τὸ γὰρ ἐμὸν λέχοϲ ἀντιόωϲαν οὐ πάντωϲ δηλοῖ τὴν ϲυγκοιμωμένην ἀλλὰ καὶ ὑπηρετοῦϲαν πρὸϲ τὸ λέχοϲ, οἷον θαλαμηπολοῦϲαν· καθ᾿ ἑτέρουϲ δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ ϲτρατῶ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖϲ αἰχμαλώτοιϲ ϲυνερχόμενον τὸν βαϲιλέα θέλει ἀποφῆναι καὶ οὐκ ἀϲχήμονα τὴν πρὸϲ ταύταϲcod. ταύτην, corr. Bkk. φιλοϲτοργίαν, Ὅπωϲ ἂν μᾶλλον κατέχῃ τὸ πλῆθοϲ.

38. v. Herm. XIV, p. 234.