Ad Marcellam
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
λέγει δὲ ὁ λόγος πάντῃ μὲν καὶ πάντως παρεῖναι τὸ θεῖον, νεὼν δὲ τούτῳ παρ᾿ ἀν- θρώποις καθιερῶσθαι τὴν διάνοιαν μάλιστα τοῦ σο- φοῦ μόνην, τιμήν τε προσήκουσαν ἀπονέμεσθαι τῷ θεῷ ὑπὸ τοῦ μάλιστα τὸν θεὸν ἐγνωκότος· τοῦτον δὲ εἶναι εἰκότως μόνον τὸν σοφόν, ᾧ τιμητέον διὰ
πάσης πράξεως καὶ παντὸς ἔργου καὶ λόγου θεὸς ἐπόπτης παρέστω καὶ ἔφορος. καὶ πάντων ὧν πράτ- τομεν ἀγαθῶν τὸν θεὸν αἴτιον ἡγώμεθα· τῶν δὲ κα- κῶν αἴτιοι ἡμεῖς ἐσμὲν οἱ ἑλόμενοι, θεὸς δὲ ἀναίτιος. ὅθεν καὶ εὐκτέον τὰ ἄξια θεοῦ. καὶ αἰτώμεθα ἃ μὴ λάβοιμεν ἂν παρ᾿ ἑτέρου· καὶ ὧν ἡγεμόνες οἱ μετʼ ἀρετῆς πόνοι, ταῦτα εὐχώμεθα γενέσθαι μετὰ τοὺς πόνους· εὐχὴ γὰρ ῥᾳθύμου μάταιος λόγος. ἃ δὲ κτη- σάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ· δῶρον γὰρ θεοῦ πᾶν ἀναφαίρετον· ὥστε οὐ δώσει ἃ μὴ καθέξεις. ὧν δὲ τοῦ σώματος ἀπαλλαγεῖσα οὐ δεηθήσῃ, ἐκείνων καταφρόνει· καὶ ὧν ἂν ἀπαλλαγεῖσα δεηθῇς, ταῦτά σοι ἀσκουμένῃ τὸν θεὸν παρακάλει γενέσθαι συλλή- πτορα. οὔκουν δεήσῃ οὐδενὸς ὧν καὶ ἡ τύχη δοῦσα πολλάκις πάλιν ἀφαιρεῖται. οὐ δεῖ πρὸ καιροῦ τινὸς τὴν αἴτησιν ποιεῖσθαι, ἀλλʼ ὅταν σοι ὁ θεὸς ἐν σοὶ οὖσαν φύσει τὴν ὀρθὴν αἴτησιν ἐκφαίνῃ.
δι᾿ ὧν μάλιστα καὶ αὐτὸς ἐνοπτρίζεσθαι πέφυκεν, οὔτε διὰ σώματος ὁρατὸς ὢν οὔτε διὰ ψυχῆς αἰσχρᾶς καὶ ὑπὸ τῆς κακίας ἐσκοτισμένης. κάλλος γὰρ ἐκείνου τὸ ἀκή- ρατον καὶ φῶς τὸ ζωτικὸν ἀληθείᾳ διαλάμπον· κακία
τῇ δὲ ψυχῇ τῇ θεοφιλεῖ καὶ τῷ θεοφιλεῖ νῷ ἐν τῷ καθαρῷ σώματι ἔστωσαν καὶ πρᾶξις ἀκόλουθος καὶ λόγος, αἱρετωτέρου σοι ὄντος λίθον εἰκῆ βαλεῖν ἢ λόγον, καὶ τὸ ἡττᾶσθαι τἀληθῆ λέγοντα ἢ νικᾶν ἀπατῶντα· τὸ γὰρ νικῆσαν ἀπάτῃ ἐν τῷ ἤθει ἥττηται. μάρτυρες δὲ κακῶν ψευ- δεῖς λόγοι. ἀδύνατον τὸν αὐτὸν φιλόθεόν τε εἶναι καὶ φιλήδονον καὶ φιλοσώματον. ὁ γὰρ φιλήδονος καὶ φιλοσώματος, ὁ δὲ φιλοσώματος πάντως καὶ φι- λοχρήματος, ὁ δὲ φιλοχρήματος ἐξ ἀνάγκης ἄδικος, ὁ δὲ ἄδικος καὶ εἰς θεὸν καὶ εἰς πατέρας ἀνόσιος καὶ εἰς τούς ἄλλους παράνομος. ὥστε κἂν ἑκατόμβας θύῃ καὶ μυρίοις ἀναθήμασι τούς νεὼς ἀγάλλῃ, ἀσεβής ἐστι καὶ ἄθεος καὶ τῇ προαιρέσει ἱερόσυλος. δι᾿ ὃ καὶ πάντα φιλοσώματον ὡς ἄθεον καὶ μιαρὸν ἐκτρέπεσθαι χρή.
καὶ οὗ ταῖς δόξαις οὐκ ἂν χρήσαιο, τούτῳ μήτε βίου μήτε λόγου τοῦ περὶ θεοῦ κοινώνει. λόγον γὰρ περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις λέγειν οὐκ ἀσφα- λές· καὶ γὰρ καὶ τἀληθῆ λέγειν ἐπὶ τούτων περὶ