Ad Marcellam

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

193

Ἐγώ σέ, Μάρκελλα, θυγατέρων μὲν πέντε, δυοῖν δὲ ἀρρένων οὖσαν μητέρα,τῶν μὲν καὶ ἔτι νηπίων, τῶν δὲ ἤδη εἰς γάμου ἡλικίαν ἡβᾶν ἐφορμούντων, εἱλόμην ἔχειν σύνοικον, μὴ καταδείσας τὸ πλῆθος τῶν εἰς τὰς χρείας αὐτοῖς ἐσομένων ἀναγκαίων, οὔτε παιδοποιίας χάριν τῆς ἀπὸ τοῦ σώματος, ἔχειν κεκρικὼς παῖδας τούς τῆς ἀληθινῆς σοφίας ἐραστάς, τά τε σὰ τέ- κνα, εἰ φιλοσοφίας τῆς ὀρθῆς ἀντιλάβοιτό ποτε ὑφʼ ἡμῖν ἀνατρεφόμενα· οὔτε μὴν διὰ χρημάτων περιου- σίαν ἢ ὑμῖν ἢ ἐμοὶ προσοῦσαν· ἀγαπητὸν γὰρ καὶ τῶν ἀναγκαίων τὸ τυχὸν οὖσιν ἀκτήμοσιν· οὔτε ἀπὸ τῆς ἄλλης διακονίας ῥᾳστώνην τινά μοι προσδοκήσας εἰς τὸ γῆρας ἀποκλίναντι ἔσεσθα· ἐπίνοσον γάρ σοι τὸ σῶμα καὶ ἰατρείας μᾶλλον τῆς παρὰ τῶν ἄλ- λων δεόμενον ἢ ἄλλοις ἐπικουρεῖν τι ἢ παραστατεῖν ἐπιτήδειον· οὔτε δι᾿ ἄλλην οἰκονομίαν ἢ θήραν δόξης καὶ ἐπαίνων παρὰ τῶν ἀνυποστάτων ἐθελοντὶ τὸ τοι- οῦτον βαστάσαι ψιλῆς ἕνεκα τῆς εἰς τὸ εὖ ποιεῖν προ- θυμίας· τοὐναντίον γὰρ ὑπ᾿ ἀβελτηρίας τῶν πολι- τῶν σου καὶ τῷ πρὸς ἡμὰς φθόνῳ βλασφημίαις τε πολλαῖς περιπέπτωκα καὶ παρὰ πᾶσαν προσδοκίαν εἰς θανάτου κίνδυνον ὑπʼ αὐτῶν διʼ ὑμὰς περιέστην.

τούτων οὖν χάριν οὐδενὸς κοινωνὸν ἕτερον τοῦ βίου πεποίηκα, διττῆς δὲ μᾶλλον ἕνεκα εὐλόγου αἰτίας. μιᾶς μέν, καθʼ ἣν ἀπομειλίξασθαι κρίνας τοὺς γε-

194
νεθλίους θεούς κατὰ τὸν ἐν τῷ δεσμωτηρίῳ Σωκρά- την, δημιώδη μουσικὴν πρὸ τῆς ἐν φιλοσοφίᾳ συνή- θους ἐνεργείας διαθεῖναι ἑλόμενον, ἀσφαλείας ἕνεκα τῆς ἐκ τοῦ βίου ἀπαλλαγῆς· οὑτωσὶ γὰρ καὶ αὐτὸς ἀπομειλιττόμενος τούς ἐν τῇ κωμῳδοτραγῳδίᾳ προ- στάτας δαίμονας τὸν γαμικὸν ὕμνον ἀγωνίσασθαι οὐκ ὤκνησα ἀσμενέστατα, καὶ πλήθει τῶν σῶν τέκνων συντυχὼν καὶ τῇ προσούσῃ περισκελείᾳ τῶν ἀναγ- καίων τῇ τε πονηρίᾳ τῶν ἐνυβρισάντων. οὐδὲν γὰρ παρεῖται τῶν εἰς τὸ δρᾶμα συμβαίνειν εἰωθότων, οὐ ζηλοτυπία, οὐ μῖσος, οὐ γέλως, οὐ διαπληκτισμός τε καὶ ὀργαί· πλήν γε ὅτι οὐ περὶ ἡμὰς, περὶ δὲ τούς ἄλλους ὑπουργοῦντας τοῖς δαίμοσι τουτὶ τὸ θέατρον ἡμεῖς ὑπεκρίθημεν.

ἑτέρας δὲ θειοτέρας καὶ οὐδὲν τῇ δημώδει ταύτῃ ἐοικυίας, καθ᾿ ἣν ἀγασθείς σου τὴν πρὸς τὴν ὀρθὴν φιλοσοφίαν ἐπιτηδειότητα τῆς φύσεως, οὐκ ᾠήθην προσήκειν ἀνδρὸς φίλου μοι στερηθεῖσαν συλλήπτορος ἔρημόν σε καταλι- πεῖν καὶ προστάτου σώφρονος καὶ τῷ σῷ τρόπῳ ἐπιτηδείου. ἀποσοβήσας δὲ πάντας τοὺς ἐπηρεάζειν μέλλοντας ἐν προσποιήσει, ἤνεγκα μὲν τὰς παραλό- γους ὕβρεις, ἐβάστασα δὲ τὰς ἐπιβουλὰς εὐσχημόνως· ἐλευθερῶν δὲ τὸ εἰς ἐμὲ περιῆκον παντὸς τοῦ δεσπό- ζειν ἐπιχειροῦντος ἀνεκαλεσάμην εἰς τὸν ἑαυτῆς τρό- πον, μεταδιδοὺς φιλοσοφίας ἀκόλουθόν τε τῷ βίῳ λόγον ἐπιδεικνύμενος. καὶ τίς γὰρ ἂν ἄλλος μοι πρό γε σοῦ μάρτυς ἂν εἴη ἀκριβέστερος, ἣν αἰσχυνοίμην ἀφοσιούμενος ἢ τὰ κατʼ ἐμαυτὸν ἀποκρύπτων, ἀλλ᾿ οὐχὶ πρὸς ἀλήθειαν ἀπʼ ἀρχῆς εἰς τέλος τῇ μάλιστά τὴν ἀλήθειαν προτιμώσῃ καὶ διὰ ταύτην ἕρμαιον ἡγη- σαμένῃ τὴν συνοίκησιν, πάντα τὰ εἰς αὐτὴν καὶ διʼ αὐτῆς πραχθέντα ὑπομιμνῆσκον.

συγχωρούντων οὖν

195
τῶν πραγμάτων ἐπὶ πλέον αὐτόθι διατρίβειν ἐπ᾿ ἐξου- σίας ἂν ἦν σοι ὥσπερ ἐκ παρακειμένων πηγαίων να- μάτων τὸ ποτὸν ἀπαρύεσθαι δαψιλέστερόν τε καὶ πρόσφατον, καὶ μὴ ἀγαπᾶν ὅσον ἂν τῆς δόσεως συν- τείνοι πρὸς τὸ χρήσιμον, θαρρεῖν δὲ καὶ διαναπαυ- σαμένῃ παρέχεσθαι ἐκ τοῦ ῥᾴστου δι᾿ ἐξουσίας τὴν ἀνάκτησιν. καλούσης δὲ τῆς τῶν Ἑλλήνων χρείας καὶ τῶν θεῶν συνεπειγόντων αὐτοῖς ὑπακούειν μὲν σὲ καίπερ οὖσαν προθυμοτάτην μετὰ τοσαύτης ἀκο- λουθίας θυγατέρων ἀδύνατον ἦν. ἄνευ δὲ σοῦ ταύ- τας ῥίπτειν οὕτως ἐν σκαιοῖς ἀνθρώποις ἀβουλίας εἶναι ὁμοῦ καὶ ἀδικίας ἔργον ὑπείληφα. μένειν δὲ ἐνταυθοῖ βιαζόμενος τήν τε τοῦ αὖθις ἐντυχεῖν ἐλ- πίδα προϊσχόμενος εἰκότως σοι παραινέσαιμι᾿ ἂν ἀντ- ἐχομένῃ τῶν δοθέντων ἐν τοῖς δέκα μησὶν οἷς μοι συνῴκησας μὴ πόθῳ καὶ ἐπιθυμίᾳ τοῦ πλείονος καὶ τὸ ὂν ἤδη ἐκβαλεῖν. σπεύδω μὲν γὰρ ὃν ἂν δύνω- μαι τρόπον τὴν ταχίστην πάλιν ἀναλαβεῖν.

ἀδήλου δὲ ἐν ταῖς ἀποδημίαις τοῦ μέλλοντος ὄντος ἀναγκαῖόν σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰ- κειότερον δ᾿ εἴποιμ᾿ ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυ- τῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν” , καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκεϊ μοχθίζοντος” , πλὴν ὅτι τῷ μὲν τὸ ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου” , σοὶ δʼ ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῷμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖ- νον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπω- δύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσο- φίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας

196
ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μηδὲ πόθῳ τῆς παῤ ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦ- σαι, μηδὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρί- ων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποτα- μῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀν- θρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρή- μασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύ- ναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀνα- στρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παῤ ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ ἐλάττωσις εἶναι ὑπελήφθη.