Ad Marcellam

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

193

Ἐγώ σέ, Μάρκελλα, θυγατέρων μὲν πέντε, δυοῖν δὲ ἀρρένων οὖσαν μητέρα,τῶν μὲν καὶ ἔτι νηπίων, τῶν δὲ ἤδη εἰς γάμου ἡλικίαν ἡβᾶν ἐφορμούντων, εἱλόμην ἔχειν σύνοικον, μὴ καταδείσας τὸ πλῆθος τῶν εἰς τὰς χρείας αὐτοῖς ἐσομένων ἀναγκαίων, οὔτε παιδοποιίας χάριν τῆς ἀπὸ τοῦ σώματος, ἔχειν κεκρικὼς παῖδας τούς τῆς ἀληθινῆς σοφίας ἐραστάς, τά τε σὰ τέ- κνα, εἰ φιλοσοφίας τῆς ὀρθῆς ἀντιλάβοιτό ποτε ὑφʼ ἡμῖν ἀνατρεφόμενα· οὔτε μὴν διὰ χρημάτων περιου- σίαν ἢ ὑμῖν ἢ ἐμοὶ προσοῦσαν· ἀγαπητὸν γὰρ καὶ τῶν ἀναγκαίων τὸ τυχὸν οὖσιν ἀκτήμοσιν· οὔτε ἀπὸ τῆς ἄλλης διακονίας ῥᾳστώνην τινά μοι προσδοκήσας εἰς τὸ γῆρας ἀποκλίναντι ἔσεσθα· ἐπίνοσον γάρ σοι τὸ σῶμα καὶ ἰατρείας μᾶλλον τῆς παρὰ τῶν ἄλ- λων δεόμενον ἢ ἄλλοις ἐπικουρεῖν τι ἢ παραστατεῖν ἐπιτήδειον· οὔτε δι᾿ ἄλλην οἰκονομίαν ἢ θήραν δόξης καὶ ἐπαίνων παρὰ τῶν ἀνυποστάτων ἐθελοντὶ τὸ τοι- οῦτον βαστάσαι ψιλῆς ἕνεκα τῆς εἰς τὸ εὖ ποιεῖν προ- θυμίας· τοὐναντίον γὰρ ὑπ᾿ ἀβελτηρίας τῶν πολι- τῶν σου καὶ τῷ πρὸς ἡμὰς φθόνῳ βλασφημίαις τε πολλαῖς περιπέπτωκα καὶ παρὰ πᾶσαν προσδοκίαν εἰς θανάτου κίνδυνον ὑπʼ αὐτῶν διʼ ὑμὰς περιέστην.

τούτων οὖν χάριν οὐδενὸς κοινωνὸν ἕτερον τοῦ βίου πεποίηκα, διττῆς δὲ μᾶλλον ἕνεκα εὐλόγου αἰτίας. μιᾶς μέν, καθʼ ἣν ἀπομειλίξασθαι κρίνας τοὺς γε-

194
νεθλίους θεούς κατὰ τὸν ἐν τῷ δεσμωτηρίῳ Σωκρά- την, δημιώδη μουσικὴν πρὸ τῆς ἐν φιλοσοφίᾳ συνή- θους ἐνεργείας διαθεῖναι ἑλόμενον, ἀσφαλείας ἕνεκα τῆς ἐκ τοῦ βίου ἀπαλλαγῆς· οὑτωσὶ γὰρ καὶ αὐτὸς ἀπομειλιττόμενος τούς ἐν τῇ κωμῳδοτραγῳδίᾳ προ- στάτας δαίμονας τὸν γαμικὸν ὕμνον ἀγωνίσασθαι οὐκ ὤκνησα ἀσμενέστατα, καὶ πλήθει τῶν σῶν τέκνων συντυχὼν καὶ τῇ προσούσῃ περισκελείᾳ τῶν ἀναγ- καίων τῇ τε πονηρίᾳ τῶν ἐνυβρισάντων. οὐδὲν γὰρ παρεῖται τῶν εἰς τὸ δρᾶμα συμβαίνειν εἰωθότων, οὐ ζηλοτυπία, οὐ μῖσος, οὐ γέλως, οὐ διαπληκτισμός τε καὶ ὀργαί· πλήν γε ὅτι οὐ περὶ ἡμὰς, περὶ δὲ τούς ἄλλους ὑπουργοῦντας τοῖς δαίμοσι τουτὶ τὸ θέατρον ἡμεῖς ὑπεκρίθημεν.

ἑτέρας δὲ θειοτέρας καὶ οὐδὲν τῇ δημώδει ταύτῃ ἐοικυίας, καθ᾿ ἣν ἀγασθείς σου τὴν πρὸς τὴν ὀρθὴν φιλοσοφίαν ἐπιτηδειότητα τῆς φύσεως, οὐκ ᾠήθην προσήκειν ἀνδρὸς φίλου μοι στερηθεῖσαν συλλήπτορος ἔρημόν σε καταλι- πεῖν καὶ προστάτου σώφρονος καὶ τῷ σῷ τρόπῳ ἐπιτηδείου. ἀποσοβήσας δὲ πάντας τοὺς ἐπηρεάζειν μέλλοντας ἐν προσποιήσει, ἤνεγκα μὲν τὰς παραλό- γους ὕβρεις, ἐβάστασα δὲ τὰς ἐπιβουλὰς εὐσχημόνως· ἐλευθερῶν δὲ τὸ εἰς ἐμὲ περιῆκον παντὸς τοῦ δεσπό- ζειν ἐπιχειροῦντος ἀνεκαλεσάμην εἰς τὸν ἑαυτῆς τρό- πον, μεταδιδοὺς φιλοσοφίας ἀκόλουθόν τε τῷ βίῳ λόγον ἐπιδεικνύμενος. καὶ τίς γὰρ ἂν ἄλλος μοι πρό γε σοῦ μάρτυς ἂν εἴη ἀκριβέστερος, ἣν αἰσχυνοίμην ἀφοσιούμενος ἢ τὰ κατʼ ἐμαυτὸν ἀποκρύπτων, ἀλλ᾿ οὐχὶ πρὸς ἀλήθειαν ἀπʼ ἀρχῆς εἰς τέλος τῇ μάλιστά τὴν ἀλήθειαν προτιμώσῃ καὶ διὰ ταύτην ἕρμαιον ἡγη- σαμένῃ τὴν συνοίκησιν, πάντα τὰ εἰς αὐτὴν καὶ διʼ αὐτῆς πραχθέντα ὑπομιμνῆσκον.

συγχωρούντων οὖν

195
τῶν πραγμάτων ἐπὶ πλέον αὐτόθι διατρίβειν ἐπ᾿ ἐξου- σίας ἂν ἦν σοι ὥσπερ ἐκ παρακειμένων πηγαίων να- μάτων τὸ ποτὸν ἀπαρύεσθαι δαψιλέστερόν τε καὶ πρόσφατον, καὶ μὴ ἀγαπᾶν ὅσον ἂν τῆς δόσεως συν- τείνοι πρὸς τὸ χρήσιμον, θαρρεῖν δὲ καὶ διαναπαυ- σαμένῃ παρέχεσθαι ἐκ τοῦ ῥᾴστου δι᾿ ἐξουσίας τὴν ἀνάκτησιν. καλούσης δὲ τῆς τῶν Ἑλλήνων χρείας καὶ τῶν θεῶν συνεπειγόντων αὐτοῖς ὑπακούειν μὲν σὲ καίπερ οὖσαν προθυμοτάτην μετὰ τοσαύτης ἀκο- λουθίας θυγατέρων ἀδύνατον ἦν. ἄνευ δὲ σοῦ ταύ- τας ῥίπτειν οὕτως ἐν σκαιοῖς ἀνθρώποις ἀβουλίας εἶναι ὁμοῦ καὶ ἀδικίας ἔργον ὑπείληφα. μένειν δὲ ἐνταυθοῖ βιαζόμενος τήν τε τοῦ αὖθις ἐντυχεῖν ἐλ- πίδα προϊσχόμενος εἰκότως σοι παραινέσαιμι᾿ ἂν ἀντ- ἐχομένῃ τῶν δοθέντων ἐν τοῖς δέκα μησὶν οἷς μοι συνῴκησας μὴ πόθῳ καὶ ἐπιθυμίᾳ τοῦ πλείονος καὶ τὸ ὂν ἤδη ἐκβαλεῖν. σπεύδω μὲν γὰρ ὃν ἂν δύνω- μαι τρόπον τὴν ταχίστην πάλιν ἀναλαβεῖν.

ἀδήλου δὲ ἐν ταῖς ἀποδημίαις τοῦ μέλλοντος ὄντος ἀναγκαῖόν σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰ- κειότερον δ᾿ εἴποιμ᾿ ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυ- τῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν” , καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκεϊ μοχθίζοντος” , πλὴν ὅτι τῷ μὲν τὸ ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου” , σοὶ δʼ ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῷμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖ- νον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπω- δύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσο- φίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας

196
ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μηδὲ πόθῳ τῆς παῤ ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦ- σαι, μηδὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρί- ων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποτα- μῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀν- θρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρή- μασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύ- ναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀνα- στρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παῤ ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ ἐλάττωσις εἶναι ὑπελήφθη.

τὴν δὲ τοῦ ἐπωφελοῦν- τος τὴν ψυχὴν ἀπουσίαν, πατρός τε ὁμοῦ καὶ ἀνδρὸς καὶ διδασκάλου καὶ συγγενῶν, εἰ δὲ βούλει, καὶ τῆς πατρίδος τὴν εὔνοιαν εἰς αὑτὸν συνῃρηκότος, δοκοῦ- σαν περιέχειν εὔλογον τῆς δυσχερείας τὴν αἰτίαν, παρηγοροίης ἂν θεωρὸν προστησαμένη τὸν λόγον, οὐ τὸ πάθος. πρῶτον μὲν ὡς οὐκ ἦν ἄλλως, ὅπερ ἔφην, πρὸς τῶν μελλόντων νόστου δὴ μιμνήσκεσθαι ἐκ τῆς ἐνταυθοῖ ξένης καταγωγῆς τὸ δι᾿ ἡδονῆς καθάπερ ἱππήλατόν τι χωρίον καὶ ῥᾳστώνης ποιεῖσθαι τὴν ἐπάνοδον. αὐτὸ γὰρ τὸ πρᾶγμα ὡς οὐδὲν ἄλλο ἄλλῳ ἀντίκειται πράγματι, ἡδονή τε καὶ ῥᾳθυμία τῇ πρὸς θεούς ἀνόδῳ. ἐπεὶ οὐδὲ τὰ ὑψηλότερα τῶν ὀρῶν ἀκινδύνως καὶ πόνων ἄνευ ἦν ἀναβαίνειν, οὐδ᾿ ἀπὸ τῶν μυχῶν τοῦ σώματος διὰ τῶν εἰς τὸ σῶμα καταγωγῶν, ἡδονῆς τε καὶ ῥᾳθυμίας, ἀνακύπτειν. διὰ γὰρ μερίμνης ἡ ὁδὸς καὶ τῆς ἀναμνήσεως

197
τοῦ πτώματος. κἂν ᾖ τὰ συμβαίνοντα δυσχερῆ, τὸ δύσκολον πρὸς ἀνάβασιν οἰκεῖον· ὅτι καὶ τὸ ῥεῖα ζώειν παρὰ θεοῖς, πεπτωκόσι δὲ εἰς τὴν ἔγερσιν ἐναντιώτατον ὡς ἂν εἰς λήθην ἄγον τῷ ἀλλοτρίῳ καὶ τῷ ὕπνῳ συντελοῦν, ἂν καθεύδωμεν ὑπὸ τῶν ψυχα- γωγούντων ἡμὰς ἐνυπνίων βουκολούμενοι.

ἐπεὶ καὶ τῶν πεδῶν αἱ μὲν ἐκ χρυσοῦ βαρυτάτου ὄντος διὰ τὴν εὐπρέπειαν εἰς κόσμον μᾶλλον συντελοῦσι καὶ φέρειν τὸν δεσμὸν δι᾿ αὐτῶν ἐνήγαγον τῷ κούφῳ τὰς δι᾿ ἀφροσύνην τοῦ βάρους ἀναισθήτους γυναῖκας· αἱ δὲ τοῦ σιδήρου συνιέναι τῶν ἁμαρτημάτων ἠνάγκα- σαν καὶ λυπήσασαι μεταγινώσκειν καὶ ζητεῖν τοῦ βά- ρους ἀπαλλαγὴν πορίσασθαι· τοῦ χρυσοῦ δὲ διὰ τὴν τέρψιν εἰς ἀγανάκτησιν οὐ τὴν τυχούσαν ποδλλάκις συντελούσης τῆς ἀλύσεως. ὅθεν καὶ ἔδοξε τοῖς σώ- φροσι τὰ ἐπίπονα τῶν ἡδέων μᾶλλον συντελεῖν εἰς ἀρετήν, καὶ τὸ μοχθεῖν ἄριστον εἶναι ἀνδρί τε ὁμοίως καὶ γυναικὶ ἢ ἐξοιδαίνειν τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς χαλωμένην. παντὸς γὰρ καλοῦ κτήματος πόνους δεῖ προηγεῖσθαι, καὶ πονεῖν ἀνάγκη τὸν τυχεῖν ἀρετῆς σπουδάζοντα. ἀκούεις δὲ καὶ τὸν Ἡρακλέα τούς τε Διοσκούρους καὶ τὸν Ἀσκληπιὸν τούς τε ἄλλους ὅσοι θεῶν παῖδες ἐγένοντο ὡς διὰ τῶν πόνων καὶ τῆς καρτερίας τὴν μακαρίαν εἰς θεοὺς ὁδὸν ἐξετέλεσαν. οὐ γὰρ ἐκ τῶν δι᾿ ἡδονῆς βεβιωκότων ἀνθρώπων αἱ εἰς θεὸν ἀναδρομαί, ἀλλ᾿ ἐκ τῶν τὰ μέγιστα τῶν συμβαινόντων γενναίως διενεγκεῖν μεμαθηκότων.

μέγιστος δὲ ἆθλος τοῦ νῦν σοι προκειμένου εὖ οἶδα καὶ αὐτὸς ὡς οὐκ ἂν γένοιτο ἄλλος, ἡγουμένῃ μετ᾿ ἐμοῦ καὶ τῆς σωτηρίας τὴν ὁδὸν καὶ τὸν ταύτης καθ- ηγεμόνα καταλείψειν. ἔχει δὲ οὐχ οὕτω παντάπασι δυσκαρτερήτως σοι τὰ παρόντα, εἰ παρεῖσα τὴν ἐκ

198
τοῦ πάθους ἀλόγιστον ταραχὴν μὴ περὶ φαύλων ἡγήσῃ μεμυῆσθαι ὧν εἰς φιλοσοφίαν τὴν ὀρθὴν παρὰ τῶν θείων ἐτελέσθης λόγων· ὧν τὴν βεβαίαν ἀκρόασιν αἱ πράξεις ἐλέγχειν εἰώθασι. τὰ γὰρ ἔργα τῶν δογμά- των ἑκάστου φέρειν πέφυκε τὰς ἀποδείξεις· καὶ δεῖ οὕτως βιοῦν ὅστις ἐπίστευσεν, ἵνα καὶ αὐτὸς πιστὸς ᾖ μάρτυς περὶ ὧν λέγει τοῖς ἀκροωμένοις. τίνα οὖν ἦν ἄρα ἃ παρὰ τῶν σαφέστατ᾿ εἰδότων τὰ κατ᾿ ἀν- θρώπους μεμαθήκαμεν; ἆρ᾿ οὐχ ὅτι μὲν σοὶ ἐγὼ οὐχ ὁ ἁπτὸς οὗτος καὶ τῇ αἰσθήσει ὑποπτωτός, ὁ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὼς τοῦ σώματος, ὁ ἀχρώματος καὶ ἀσχημάτιστος, καὶ χερσὶ μὲν οὐδαμῶς ἐπαφητός, δια- νοία δὲ μόνῃ κρατητός; λαμβάνομεν δὲ οὐ παρὰ τῶν ἔξωθεν τὰ εἰς τὰ παρ᾿ αὐτῶν ἡμῖν ἐντεθειμένα· τοὐνδόσιμον δὲ μόνον ὥσπερ ἐν χορῷ εἰς ἀνάμνησιν ἡμᾶς ἄγον ὧν ἔχοντες παρὰ τοῦ δεδωκότος ἐπλανή- θημεν.

πρὸς δὲ τούτοις οὐχ ὅτι πᾶν πάθος ψυχῆς εἰς σωτηρίαν αὐτῆς πολεμιώτατον, καὶ ἀπαιδευσία μὲν τῶν παθῶν πάντων μήτηρ, τὸ δὲ πεπαιδεῦσθαι οὐκ ἐνπολυμαθείας ἀναλήψει, ἐν ἀπαλλάξει δὲ τῶν ψυ- χικῶν παθῶν ἐθεωρεῖτο; πάθη δὲ νοσημάτων ἀρχαί ψυχῆς δὲ νόσημα κακία· κακία δὲ πᾶσα αἰσχρόν· τὸ δὲ αἰσχρὸν τῷ καλῷ ἐναντίον· καλοῦ δὲ ὄντος τοῦ θείου ἀμήχανον αὐτῷ σὺν κακίᾳ πελάζειν· καθαροῦ γὰρ μὴ καθαρὸν ἐφάπτεσθαι οὐδὲν ὁ Πλάτων φησὶ θεμιτὸν εἶναι. δι᾿ ὃ καὶ μέχρι τοῦ νῦν καθαρεύειν δεῖ τῶν παθῶν τε καὶ τῶν διὰ τὸ πάθος ἁμαρτημά- των. ἆρ᾿ οὖν οὐ τοιαῦτα ἦν οἷς μάλιστα συνῄνεις, ὡς γράμματα θεῖα ἐνόντα παρὰ σαυτῇ διὰ τῆς τῶν λόγων ἐνδείξεως ἀναγινώσκουσα; πῶς οὗν οὐκ ἄτο- πον τὴν πεπεισμένην ἐν σοὶ εἶναι καὶ τὸ σῶζον καὶ τὸ σωζόμενον καὶ τό γε ἀπολλύον καὶ τὸ ἀπολλύμενον

199
τόν τε πλοῦτον καὶ τὴν πενίαν τόν τε πατέρα καὶ τὸν ἄνδρα καὶ τῶν ὄντως ἀγαθῶν καθηγεμόνα, κε- χηνέναι πρὸς τὴν τοῦ ὑφηγητοῦ σκιάν, ὡς δὴ τὸν ὄντως ὑφηγητὴν μὴ ἐντὸς ἔχουσαν μηδὲ παρὰ σαυτῇ πάντα τὸν πλοῦτον; ὃν ἀνάγκη ἀπολλύναι καὶ δια- φεύγειν πρὸς τὴν σάρκα καταβαίνουσαν ἀντὶ τοῦ σώ- ζοντος καὶ σωζομένου.

τῆς μὲν οὖν ἐμῆς σκιὰς καὶ τοῦ φαινομένου εἰ- δώλου οὔτε παρόντων ὠνήσω τι οὔτ᾿ ἀπόντων ἐπώ- δυνος ἡ ἀπουσία τῇ μελετώσῃ φεύγειν ἀπὸ τοῦ σώ- ματος. ἐμοῦ δὲ καθαρῶς τύχοις ἂν μάλιστα καὶ παρ- όντος καὶ συνόντος νύκτωρ καὶ μεθʼ ἡμέραν σὺν καθαρῷ καὶ τῷ καλλίστῳ τῆς συνουσίας καὶ μηδὲ χωρισθῆναι οἵου τε ὄντος, εἰ μελετῴης εἰς ἑαυτὴν ἀναβαίνειν συλλέγουσα ἀπὸ τοῦ σώματος πάντα τὰ διασκεδασθέντα μέλη καὶ εἰς πλῆθος κατακερματι- σθέντα ἀπὸ τῆς τέως ἐν μεγέθει δυνάμεως ἰσχυού- σης ἑνώσεως. συνάγοις δʼ ἂν καὶ ἑνίζοις τὰς ἐμφύτους ἐννοίας καὶ διαρθροῦν συγκεχυμένας καὶ εἰς φῶς ἕλ- κειν ἐσκοτισμένας πειρωμένη. ἀφ᾿ ὧν ὁρμώμενος καὶ ὁ θεῖος Πλάτων ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ τὰς ἀνακλήσεις πεποίηται. ἔτι εἰ μνημονεύοις, διαρ- θροίης δ᾿ ἂν ἅ γε ἀκήκοας διὰ τῆς μνήμης ἀναπεμ- παζομένη τοῖς τε τοιούτοις τῶν λόγων ὡς ἀγαθοῖς συμβούλοις ἀξιοῦσα προσέχειν καὶ λοιπὸν τὰ γνω- σθέντα διὰ τῶν ἔργων ἀσκοῦσα, διὰ δʼ αὖ τοῦ πο- νεῖν συντηροῦσα.

λέγει δὲ ὁ λόγος πάντῃ μὲν καὶ πάντως παρεῖναι τὸ θεῖον, νεὼν δὲ τούτῳ παρ᾿ ἀν- θρώποις καθιερῶσθαι τὴν διάνοιαν μάλιστα τοῦ σο- φοῦ μόνην, τιμήν τε προσήκουσαν ἀπονέμεσθαι τῷ θεῷ ὑπὸ τοῦ μάλιστα τὸν θεὸν ἐγνωκότος· τοῦτον δὲ εἶναι εἰκότως μόνον τὸν σοφόν, ᾧ τιμητέον διὰ

200
σοφίας τὸ θεῖον καὶ κατακοσμητέον αὐτῷ διὰ σοφίας ἐν τῇ γνώμῃ τὸ ἱερόν, ἐμψύχῳ ἀγάλματι τῷ νῷ ἐνει- κονισαμένου ἀγάλλοντα . . . . θεὸς μὲν γὰρ δεῖται οὐδενός, σοφὸς δὲ μόνου θεοῦ. οὐ γὰρ ἂν ἄλλος καλὸς κἀγαθὸς γένοιτο ἢ ὁ νοῶν τό τε ἀγαθὸν καὶ καλόν, ὅπερ ἐξέχει τοῦ θείου· οὐδ᾿ αὖ ἄλλος κακο- δαίμων ἄνθρωπος ἢ ὁ πονηρῶν δαιμόνων ἐνδιαίτημα τὴν ψυχὴν κατασκευάσας. ἀνθρώπῳ δὲ σοφῷ θεὸς θεοῦ δίδωσιν ἐξουσίαν. καὶ καθαίρεται μὲν ἄνθρω- πος ἐννοίᾳ θεοῦ, δικαιοπραγίαν δὲ ἀπὸ θεοῦ ὁρμώ- μενος διώκει.

πάσης πράξεως καὶ παντὸς ἔργου καὶ λόγου θεὸς ἐπόπτης παρέστω καὶ ἔφορος. καὶ πάντων ὧν πράτ- τομεν ἀγαθῶν τὸν θεὸν αἴτιον ἡγώμεθα· τῶν δὲ κα- κῶν αἴτιοι ἡμεῖς ἐσμὲν οἱ ἑλόμενοι, θεὸς δὲ ἀναίτιος. ὅθεν καὶ εὐκτέον τὰ ἄξια θεοῦ. καὶ αἰτώμεθα ἃ μὴ λάβοιμεν ἂν παρ᾿ ἑτέρου· καὶ ὧν ἡγεμόνες οἱ μετʼ ἀρετῆς πόνοι, ταῦτα εὐχώμεθα γενέσθαι μετὰ τοὺς πόνους· εὐχὴ γὰρ ῥᾳθύμου μάταιος λόγος. ἃ δὲ κτη- σάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ· δῶρον γὰρ θεοῦ πᾶν ἀναφαίρετον· ὥστε οὐ δώσει ἃ μὴ καθέξεις. ὧν δὲ τοῦ σώματος ἀπαλλαγεῖσα οὐ δεηθήσῃ, ἐκείνων καταφρόνει· καὶ ὧν ἂν ἀπαλλαγεῖσα δεηθῇς, ταῦτά σοι ἀσκουμένῃ τὸν θεὸν παρακάλει γενέσθαι συλλή- πτορα. οὔκουν δεήσῃ οὐδενὸς ὧν καὶ ἡ τύχη δοῦσα πολλάκις πάλιν ἀφαιρεῖται. οὐ δεῖ πρὸ καιροῦ τινὸς τὴν αἴτησιν ποιεῖσθαι, ἀλλʼ ὅταν σοι ὁ θεὸς ἐν σοὶ οὖσαν φύσει τὴν ὀρθὴν αἴτησιν ἐκφαίνῃ.

δι᾿ ὧν μάλιστα καὶ αὐτὸς ἐνοπτρίζεσθαι πέφυκεν, οὔτε διὰ σώματος ὁρατὸς ὢν οὔτε διὰ ψυχῆς αἰσχρᾶς καὶ ὑπὸ τῆς κακίας ἐσκοτισμένης. κάλλος γὰρ ἐκείνου τὸ ἀκή- ρατον καὶ φῶς τὸ ζωτικὸν ἀληθείᾳ διαλάμπον· κακία

201
δὲ πᾶσα ὑπ᾿ ἀγνοίας διέψευσται καὶ ὑπὸ αἴσχους διέστραπται. ταῦτ᾿ οὖν θέλε καὶ αἰτοῦ τὸν θεὸν ἃ θέλει τε καὶ ἔστιν αὐτός, εὖ ἐκεῖνο γινώσκουσα ὡς ἐφ᾿ ὅσον τις τὸ σῶμα ποθεῖ καὶ τὰ τοῦ σώματος σύμ- φυλα, ἐπὶ τοσοῦτον ἀγνοεῖ τὸν θεὸν καὶ τῆς ἐκείνου ἐνοράσεως ἑαυτὸν ἀπεσκότισε, κἂν παρὰ πᾶσι τοῖς ἀνθρώποις ὡς θεὸς δοξάζηται. σοφὸς δὲ ἄνθρωπος ὀλίγοις γινωσκόμενος, εἰ δὲ βούλει, καὶ ὑπὸ πάντων ἀγνοούμενος, γινώσκεται ὑπὸ θεοῦ. ἑπέσθω τοίνυν ὁ μὲν νοῦς τῷ θεῷ, ἐνοπτριζόμενος τῇ ὁμοιώσει θεοῦ τῷ δὲ νῷ ἡ ψυχή· τῇ δ᾿ αὖ ψυχῇ ὑπηρετείτω τὸ σῶμα, εἰς ὅσον οἷόν τε, καθαρᾷ καθαρόν. ἀπὸ γὰρ τῶν παθῶν ταύτης μιαινόμενον εἰς αὐτὴν πάλιν ἐπανα- στρέφεται τὰ μιάσματα.

τῇ δὲ ψυχῇ τῇ θεοφιλεῖ καὶ τῷ θεοφιλεῖ νῷ ἐν τῷ καθαρῷ σώματι ἔστωσαν καὶ πρᾶξις ἀκόλουθος καὶ λόγος, αἱρετωτέρου σοι ὄντος λίθον εἰκῆ βαλεῖν ἢ λόγον, καὶ τὸ ἡττᾶσθαι τἀληθῆ λέγοντα ἢ νικᾶν ἀπατῶντα· τὸ γὰρ νικῆσαν ἀπάτῃ ἐν τῷ ἤθει ἥττηται. μάρτυρες δὲ κακῶν ψευ- δεῖς λόγοι. ἀδύνατον τὸν αὐτὸν φιλόθεόν τε εἶναι καὶ φιλήδονον καὶ φιλοσώματον. ὁ γὰρ φιλήδονος καὶ φιλοσώματος, ὁ δὲ φιλοσώματος πάντως καὶ φι- λοχρήματος, ὁ δὲ φιλοχρήματος ἐξ ἀνάγκης ἄδικος, ὁ δὲ ἄδικος καὶ εἰς θεὸν καὶ εἰς πατέρας ἀνόσιος καὶ εἰς τούς ἄλλους παράνομος. ὥστε κἂν ἑκατόμβας θύῃ καὶ μυρίοις ἀναθήμασι τούς νεὼς ἀγάλλῃ, ἀσεβής ἐστι καὶ ἄθεος καὶ τῇ προαιρέσει ἱερόσυλος. δι᾿ ὃ καὶ πάντα φιλοσώματον ὡς ἄθεον καὶ μιαρὸν ἐκτρέπεσθαι χρή.

καὶ οὗ ταῖς δόξαις οὐκ ἂν χρήσαιο, τούτῳ μήτε βίου μήτε λόγου τοῦ περὶ θεοῦ κοινώνει. λόγον γὰρ περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις λέγειν οὐκ ἀσφα- λές· καὶ γὰρ καὶ τἀληθῆ λέγειν ἐπὶ τούτων περὶ

202
θεοῦ καὶ τὰ ψευδῆ κίνδυνον ἴσον φέρει. οὔτε αὐ- τόν τινα προσῆκεν ἀνοσίων ἔργων μὴ καθαρεύοντα φθέγγεσθαι περὶ θεοῦ, οὔτε εἰς τοιούτων ἀκοὰς ἐμ- βάλλοντα τὸν περὶ θεοῦ λόγον οἴεσθαι μή μιαίνειν· ἀλλ᾿ ἀκροᾶσθαι καὶ λέγειν τὸν περὶ θεοῦ λόγον ὡς ἐπὶ θεοῦ. προηγείσθω οὖν τοῦ περὶ θεοῦ λόγου τὰ θεοφιλῆ ἔργα, καὶ σιγάσθω ὁ περὶ αὐτοῦ λόγος ἐπὶ πλήθους· ἀνοικειοτάτη γὰρ θεολογία κενοδοξίᾳ ψυχῆς. νόμιζε αἱρετώτερον εἶναι σιγᾶν ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. ἀξίαν σε ποιήσει θεοῦ τὸ μηδὲν ἀνάξιον θεοῦ μήτε λέγειν μήτε πράττειν μήτε πάντως εἰδέναι ἀξι- οῦν. ὁ δὲ ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἂν εἴη.

καὶ τιμήσεις μὲν ἄριστα τὸν θεόν, ὅταν τῷ θεῷ τὴν σαυ- τῆς διάνοιαν ὁμοιώσῃς· ἡ δὲ ὁμοίωσις ἔσται διὰ μό- νης ἀρετῆς· μόνη γὰρ ἀρετὴ τὴν ψυχὴν ἄνω ἕλκει καὶ πρὸς τὸ συγγενές. καὶ μέγα οὐδὲν ἄλλο μετὰ θεὸν ἢ ἀρετή. μείζων ἀρετῆς θεός· θεὸς δὲ ἄνθρω- πον βεβαιοῖ πράσσοντα καλά· κακῶν δὲ πράξεων ·κακὸς δαίμων ἡγεμών. ψυχὴ οὖν πονηρὰ φεύγει μὲν θεόν, πρόνοιαν δὲ θεοῦ εἶναι οὐ βούλεται, νόμου τε θείου τοῦ πάντα φαῦλον κολάζοντος ἀποστατοῖ πάν- τως. ψυχὴ δὲ σοφοῦ ἁρμόζεται πρὸς θεόν, ἀεὶ θεὸν ὁρᾷ, σύνεστιν ἀεὶ θεῷ. εἰ δὲ χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ θεὸς σοφοῦ κήδεται καὶ προνοεῖ· καὶ διὰ τοῦτο μακάριος ὁ σοφός, ὅτι ἐπιτροπεύεται ὑπὸ θεοῦ. οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τίμιον παρὰ θεῷ, ἀλλὰ τὰ ἔργα. σοφὸς γὰρ ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ· ἄνθρωπος δὲ ἀμαθὴς καὶ εὐχόμενος καὶ θύων μιαίνει τὸ θεῖον. μόνος οὖν ἱερεὺς ὁ σοφός, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι.

καὶ ὁ σοφίαν ἀσκῶν ἐπιστήμην ἀσκεῖ τὴν περὶ θεοῦ, οὐ λιτανεύων ἀεὶ καὶ θύων, διὰ δὲ τῶν ἔργων τὴν πρὸς θεὸν

203
ἀσκῶν εὐσέβειαν. θεῷ γὰρ εὐάρεστος οὔτε δόξαις ἀνθρώπων οὔτε σοφιστῶν κεναῖς φωναῖς γένοιτ᾿ ἄν τις· αὐτὸς δὲ ἑαυτὸν καὶ εὐάρεστον ποιεῖ θεῷ καὶ ἐκθεοῖ τῇ τῆς ἰδίας διαθέσεως ὁμοιότητι τῷ μετὰ ἀφθαρσίας μακαρίῳ· καὶ αὐτὸς ἑαυτὸν ἀσεβῆ καὶ δυσάρεστον ποιεῖ τῷ θεῷ, οὐχ ὑπὸ θεοῦ πάσχων κα- κῶς, ἀγαθοποιὸν γὰρ μόνον τὸ θεῖον, ἀλλ᾿ ὑφ᾿ ἑαυ- τοῦ διά τε ἄλλα καὶ τὴν περὶ θεοῦ κακὴν δόξαν. ἀσεβὴς οὐχ οὕτως ὁ τὰ ἀγάλματα τῶν θεῶν μὴ πε- ριέπων ὡς ὁ τὰς τῶν πολλῶν δόξας τῷ θεῷ συνά- πτων. σὺ δὲ μηδὲν ἀνάξιόν ποτε ὑπολάβῃς περὶ θεοῦ μήτε τῆς μακαριότητος αὐτοῦ μήτε τῆς ἀφθαρσίας.

οὗτος γὰρ μέγιστος καρπὸς εὐσεβείας ἢ τιμᾶν τὸ θεῖον κατὰ τὰ πάτρια, οὐχ ὡς ἐκείνου προσδεομένου, ἀλλ᾿ ἀπὸ τῆς ἐκείνου εὐλαβεστάτης καὶ μακαρίας σεμνότητος εἰς τὸ σέβας αὐτοῦ ἐκκαλουμένου. βωμοὶ δὲ θεοῦ ἱερουργούμενοι μὲν οὐδὲν βλάπτουσιν, ἀμε- λούμενοι δὲ οὐδὲν ὠφελοῦσιν. ὅστις δὲ τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν ἑαυτὸν δοξά- ζων τοῦ θεοῦ κρείττων εἶναι. οὐ χολωθέντες οὖν οἱ θεοὶ βλάπτουσιν, ἀλλ᾿ ἀγνοηθέντες· ὀργὴ γὰρ θεῶν ἀλλοτρία, ὅτι ἐπ᾿ ἀβουλήτοις μὲν ἡ ὀργή, θεῷ δὲ οὐ- δὲν ἀβούλητον. μὴ τοίνυν μίαινε τὸ θεῖον ἀνθρω- πίναις ψευδοδοξίαις· οὔτε γὰρ ἐκεῖνο βλάψεις τό γε μακάριον διὰ παντὸς καὶ οὗ πᾶσα βλάβη τῆς ἀφθαρ- σίας ἐξελήλαται, σαυτὴν δὲ τυφλώσεις πρὸς τὴν τῶν μεγίστων καὶ κυριωτάτων διάγνωσιν.

σὺ δὲ ταῦτα λέγειν με ἡγοῦ οὐ παραγγέλλοντα σέβειν θεόν· γε- λοῖος γὰρ ὁ τοῦτο παραγγέλλων ὡς ἐπιδιστάζειν ἐνόν- τος περὶ τούτου· καὶ οὐχ ὅτι τινὰ ποιοῦντες ἢ δοξά- ζοντες περὶ θεοῦ καλῶς τοῦτον σέβομεν. οὔτε δά- κρυα καὶ ἱκετεῖαι θεὸν ἐπιστρέφουσιν οὔτε θυμπόλια

204
θεὸν τιμῶσιν οὔτε ἀναθημάτων πλῆθος κοσμοῦσι θεόν, ἀλλὰ τὸ ἔνθεον φρόνημα καλῶς ἡδρασμένον συνάπτει θεῷ. χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. θυηπολία δὲ ἀφρόνων πυρὸς τροφὴ καὶ τὰ παρὰ τούτων ἀναθήματα ἱεροσύλοις χορηγία τῶν ἀκολασιῶν. σοὶ δέ, ὥσπερ εἴρηται, νεὼς μὲν ἔστω τοῦ θεοῦ ὁ ἐν σοὶ νοῦς. παρασκευαστέον δὲ αὐτὸν καὶ κοσμητέον εἰς καταδοχὴν τοῦ θεοῦ ἐπιτήδειον. μηδὲ ἐφήμερος ὁ κόσμος ἔστω καὶ τὰ τῆς παραδοχῆς καὶ πάλιν γέλωτες καὶ ἀφροσύναι καὶ τὸ χώρημα τοῦ πονηροῦ δαίμονος.

ἐὰν οὖν ἀεὶ μνημονεύῃς ὅτι ὅπου ἂν ἡ ψυχή σου περιπατῇ καὶ τὸ σῶμα ἐνεργὸν ἀποτελῇ, θεὸς παρέ- στηκεν ἔφορος ἐν πάσαις σου ταῖς βουλαῖς καὶ ταῖς πράξεσιν, αἰδεσθήσῃ μὲν τοῦ θεωροῦ τὸ ἄληστον, ἕξεις δὲ τὸν θεὸν σύνοικον. κἂν τὸ στόμα οὖν σου πρόφασίν τινα πράγματος ἄλλου του διαλέγηται, μετὰ τῆς γνώμης τὸ φρόνημα τετράφθω πρὸς τὸν θεόν. οὕτως γάρ σοι καὶ ὁ λόγος ἔνθεος ἔσται διὰ φωτὸς τοῦ θεοῦ τῆς ἀληθείας λαμπρυνόμενος καὶ ῥᾷον προχωρῶν. θεοῦ γὰρ γνῶσις ποιεῖ βραχύν λό- γον.