De abstinentia
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρα- τεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλο- δύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς διʼ ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περι- έστησαν τῆς τροφῆς τὸ ἀναγκαῖον. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρἦσθαι δύνασθαι ἀπο- ρίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν διʼ ἀνάγκην. τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θη- ριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀν- θρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμ- φισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιω- τάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευ- τήσαντας. διʼ ὃ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Γιβαρη- νοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέρον- τας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύ-