De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπʼ Ἀν- τιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νό- μιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρʼ αὐτοῖς φιλοσο- φιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουοκαῖοι, τῆς δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώ- σηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαῖκῆς ἱστορίας, ἣν διʼ ἑπτὰ βι- βλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύ- σατο, καὶ ἐν τῷ δευτέρῳ τῷ πρὸς τοὺς Ἓλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰου- δαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλεον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφον- ται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑπο- πίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρʼ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμ- βάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· κατα- φρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρʼ αὐτοῖς τὸ κοινωνικόν, οὐδʼ ἔστιν εὑρεῖν κτήσει τινὰ παρʼ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόν- τας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι

172
μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθʼ ὑπεροχὴν πλούτου, τῶν δʼ ἑκάστου κτημάτων ἀναμεμιγμιένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλιφῇ τις ἄκων, σμή- χεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἀπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλʼ ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρʼ αὐτοῖς, παὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις. διʼ ὃ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνε- κα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδʼ ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὸ παρʼ ἑαυτοῦ τὸ παρʼ ἐκείνου χρήσιμον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρʼ ὧν ἂν ἐθέλωσιν.

πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἣλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἅς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκε- πάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθʼ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθη- σιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέ-

173
σματος ἑκάστῳ. προκατεύχεται δʼ ὁ ἱερεὺς τῆς τρο- φῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δʼ ἐπεύ- χεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθʼ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπʼ ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δʼ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξέ- νων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί- νεται. τούτου δʼ σἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με- τρεῖσθαι παρʼ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τῷ δὲ ζηλοῦντι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλʼ ἐπʼ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθεν- ται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβά- νει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται·