De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὐτοῖς ἀναι- σχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δʼ ἔτι μερι- κῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγ- γελία ἐξαπατᾶ τούς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σο- φῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκα- νῶς εἰς μέγεθος τῆς ἀδικίας τούς ἀκούοντας προα- γούσης ὑπʼ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκ- βαλεῖν πειρασόμεθα.

ἀρξώμεθα δʼ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειό- τατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατη- τικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλά- δος ἀφηγούμενος, τούς παλαιοὺς καὶ ἐγγύς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε- σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλους καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμι- ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυ- σοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν,

158
  • τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
  • αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐθε-
  • λημοὶ
  • ἥσυχοι ἔργʼ ἐνέμοντο σύν ἐσθλοῖσιν πολέεσσιν.
  • ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο· εἰκότως. οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἀπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παυτὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφήν, ἀλλ᾿ ἧς ἡ φύσις ἰσχυροτέρα, προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω τῇς ἱκανῆς διὰ τὴν σπάνιν. ἀλλὰ μην οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους. ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρ- χεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστή- σατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά- λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό- τως ἐκεῖνος ὁ βίος ἐγίγνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα
    159
    εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὅν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαν- τες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κα- κοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευ- σαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα ἐν τῷ αὐτῷ βίῳ συνεισῆλθε πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἱ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζό- μενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἱ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δο- κούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶ- δος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλλη- νικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμέ- νου τῶν παλαιοτάτων, ὄν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διʼ ὃ πό- λεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισ- ῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμα- στὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδι- κίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης.