De abstinentia
Porphyrius
Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.
τοῦ δὲ Δημη- τρίου καρποῦ μετὰ τὸν χέδροπα πρώτου φανέντος κριθῶν, ταύταις ἀπʼ ἀρχῆς μὲν οὐλοχυτεῖτο κατὰ τὰς πρώτας θυσίας τὸ τῶν ἀνθρώπων γένος· ὕστερον δὲ ἐρεξαμένων τε αὐτὰς καὶ τὴν τροφὴν ψαισαμένων τὰ μὲν τῆς ἐργασίας ὄργανα θείαν τοῖς βίοις ἐπικουρίαν παρασχόντα κρύψαντες εἰς ἀπόρρητον, ὡς ἱεροἵς αὐ- τοῖς ἀπήντων. τοῦ δʼ ἀληλεμένου βίου παρὰ τὸν πρόσθεν μακαρισθέντος, ἀπήρξαντο τῆς ψαισθείσης τροφῆς πρῶτον εἰς πῦρ τοῖς θεοῖς. ὅθεν ἔτι καὶ νῦν πρὸς τῷ τέλει τῶν θυσιῶν τοῖς ψαισθεἵσι θυλήμασι χρώμεθα, μαρτυροῦντες μὲν τῷ πραττομένῳ τὴν ἐξ ἀρχῆς τῶν θυμάτων αὔξησιν, οὐ συνορῶντες δὲ τί-
οἷς μαρτυρεῖν ἔοικεν καὶ ἡ Ἀθήνησιν ἔτι καὶ νῦν δρωμένη πομπὴ Ἡλίου τε καὶ Ὡρῶν. πομπεύει γὰρ εἰλυσπόα ἄγρωστις ἐπὶ πυρηνίων ἡγηρίας, ὄσπρια, δρῦς, μιμαίκυλα, κριθαί, πυροί, παλάθη ἡγητη- ρία, ἀλεύρων πυρίνων καὶ κριθίνων φθοῖς, ὀρθο- στάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρ- χῶν τοἵς ἀνθρώποις προιουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότη- τος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθʼ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀν- θρώπων καὶ τοὺς βωμοὺς αἰμιαξάντων, ἀφʼ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφραστος, τούτων ἐκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν. καθʼ ὃ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώ- πων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶνβελτίους [*](3. πέλανα πέμματα ἐκ παιπάλης, ἥ ἐστι λεπτότατον ἄλευρον εἰς θυσίαν ἐπιτήδειον. ἢ οἱ μέλιτι δεδευμένοι καρποί. ἢ θεοὶ ἀπαρχαί τινες. ἢ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ πε- ριπεπηγὸς καὶ ἐξηραμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτὸν καὶ κόμι. καὶ ὁ τοῦ μάντεως μισθὸς ὀβολός.)
διʼ ὃ Θῶες μὲν οἱ ἐν μεθορίοις Θρᾴκης οίκήσαντες μηδενὸς ἀπαρ- χόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατʼ ἐκεῖνον ἐγέ- νοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰ- κοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων θεμέ- λιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο·
ὑστέρα μὲν τοίνυν καὶ νεωτάτη ἡ διὰτῶν ζῴων θυσία, τὴν δὲ αἰτίανλαβοῦσα οὐκ εὐχά- ριστον ὡς ἡ ἐκ τῶν καρπῶν, ἀλλὰ λιμοῦ ἢτινος ἄλλης δυστυχίας περίστασιν. αὐτίκα τῶν κατὰ μέρος παρʼ Ἀθηναίοις ἀναιρέσεων αἱ αἰτίαι ἢ ἀγνοίας ἢ ὀργὰς ἢ φόβουςτὰς ἀρχὰς ἔχουσιν.τὴν μὲν γὰρ τῶν συῶν σφα-, γὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπρο-
αἶγα δʼ ἐν Ἰκορίῳ τῆς Ἀττικῆς ἐχειρώσαντο πρῶ- τον, ὅτι ἄμπελον ἀπέθρισεν· βοῦν δὲ Δίομος ἔσφαξε πρῶτος,ἰερεύς ὢν τοῦ Πολιῶς Διός, ὅτι τῶν Διπο- λείων ἀγομένων καὶ παρεσκευασμένων κατὰ τὸ πά- λαι ἔθος τῶν καρπῶν ὁ βοῦς προσελθὼν ἀπεγεύσατο τοῦ ἱεροῦ πελάνου· συνεργοὺς γὰρ λαβὼν τοὺς ἄλ- λους ὅσοι παρῆσαν, ἀπέκτεινε τοῦτον. καὶ παρὰ μὲν Ἀθηναίοις τοιαῦται κατὰ μέρος ἀποδίδονται αἰτίαι, ἄλλαι δὲ παρʼ ἄλλοις λέγονται· πλήρεις δὲ πᾶσαι οὐκ εὐαγῶν ἀπολογιῶν. λιμὸν δὲ οἱ πλεῖστοι αἰτιῶνται καὶ τὴν ἐκ τούτου ἀδικίαν. διʼ ὃ γευσάμενοι τῶν ἐμ- ψύχων ἀπήρξαντο καὶ τούτων, εἰωθότες τῆς τροφῆς ἀπέχεσθαι. ὅθεν οὐδὲ πρεσβύτερον τὸ θυσιῶν ὑπάρ- χον τῆς ἀναγκαίας τροφῆς ἐκ τούτου ἀφορίζοι ἄν τοἵς ἀνθρώποις τὸ βρωτέον, ἑπόμενον δὲ οἷς ἐγεύσαντο καὶ ἀπήρξαντο, οὐκ ἀναγκάζοι προσίεσθαι ὡς εὐσε- βές, οὗ μὴ εὐσεβῶς τοῖς θεοῖς ἀπήρξαντο.
μηνύει δὲ οὐχ ἥκιστα ἐξ ἀδικίας πᾶν τὸ τοιοῦτο λαβεῖν τὴν ἀρ- χὴν τὸ μὴ ἐν παντὶ ἔθνει τὰ αὐτὰ ἢ θύειν ἢ ἐσθίειν, ἐκ δὲ τῆς χρείας τῆς πρὸς αὐτοὺς στοχάζεσθαι τοῦ καθήκοντος. παρὰ γοῦν Αἰγυπτίοις καὶ οίνιξι θᾶττον
πρῶτον μὲν ὅτι ἐξ ἀνάγκης μείζονος, ὡς ἔφαμεν,ἡμᾶς καταλαβού- σης κατήρξαντο αὐτῶν· λιμοὶ γὰρ αἴτιοι καὶ πόλεμοι, οἵ καὶ τοῦ γεύσασθαι ἀνάγκην ἐπήγαγον. ὄντων οὦν τῶν καρπῶν, τίς χρεία τῷ τῆς ἀνάγκης χρῆσθαι θύ- ματι; ἔπειτα τῶν εὐεργεσιῶν τὰς ἀμοιβὰς καὶ τὰς χάριτας ἄλλοις μὲν ἄλλας ἀποδοτέον κατὰ τὴν ἀξίαν τῆς εὐποιίας, τοἵς δὲ εἰς τὰ μέγιστα ἡμᾶς εὖ πεποιη- κόσιν τὰς μεγίστας καὶ ἀπὸ τῶν τιμιωτάτων, καὶ μά- λιστα εἰ αὐτοὶ εἶεν τούτων πάροχοι. κάλλιστα δὲ καὶ τιμιώτατα ὧν ἡμᾶς οἱ θεοὶ εὖ ποιοῦσιν, οἱ καρποί· διὰ γὰρ τούτων ἡμᾶς σώζουσιν καὶ νομίμιως ζῆν παρέ- χουσιν· ὥστε ἀπὸ τούτων αὐτοὺς τιμητέον. καὶ μὴν θύειν δεἵ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐ- θὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν ὁ θεὸς εἰς χρῆσιν δέδωκεν, ἀλλ’ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τοὔνομα. ὅσιος δὲ οὐδεὶς ὅς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβη κἂν φυτά, μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπούς ὁ ἀφελόμε-
ἀλλʼ ἴσως τις ἂν εἴποι ὅτι καὶ τῶν φυτῶν ἀφαιροῦμέν τι· οὔ; οὐχ ὁμοία ἡ ἀφαί- ρεσις· οὐ γὰρ παρὰ ἀκόντων. καὶ γὰρ ἡμῶν ἐασάν- των αὐτά, μεθίει τοὺς καρπούς· καὶ ἡ τῶν καρπῶν λῆψις οὐ μετʼ ἀπωλείας αὐτῶν, καθάπερ ὅταν τὰ ζῷα τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιττῶν δὲ τοῦ καρποῦ παραληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομέ- νην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνά- γουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι, ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διʼ ὃ καὶ δεῖ οὕτω μερίζε- σθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δʼ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μι- σθὸς ὁ παρʼ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπεί- ρομεν αὐτοὺς καὶ φυτεύομεν κοί ταῖς ἄλλαις ἐπιμελεί- αις ἀνατρέφομεν. θυτέον οὖν ἑκ τῶν ἡμετέρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχαρισμένον, καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ εὐσέβειαν ἕτοιμον. τὸ τοίνυν μήθʼ ὅσιον μήτʼ εὐδάπανον οὐ πάνυ θυ- τέον, εἰ καὶ παρείη.
ὅτι δʼ οὐ τῶν εὐπορίστων καὶ εὐδαπάνων τὰ ζῷα, θεωρητέον, εἰς τὸ πολὺ τοῦ γέ- νους ἡμῶν ὁρῶντας. οὐ γὰρ εἴ τινές εἰσι “πολύρρη- νες” καὶ “πολυβοῦται” τῶν ἀνθρώπων, τοῦτο σκε- πτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐκ ἔκτηται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τις τῶν ἀτίμων λέ- γοι· δεύτερον δὲ ὅτι τῶν ἐν αὐταῖς ταῖς πόλεσιν οἰ-
καὶ μαρτυρεῖ γε ἡ πεῖρα ὅτι χαίρουσιν τούτῳ οἱ θεοὶ ἢ τῷ πολυδα- πάνῳ. οὐ γὰρ ἄν ποτε τοῦ Θετταλοῦ ἐκείνου τοὺς χρυσόκερως βοῦς καὶ τὰς ἑκατόμβας τῷ Πυθίῳ προσ- ἀγοντος μᾶλλον ἔφησεν ἡ Πυθία τὸν Ἑρμιονέα κεχα- ρίσθαι θύσαντα τῶν ψαιστῶν ἐκ τοῦ πηριδίου τοῖς τρισὶ δακτύλοις. προσεπιβαλόντι δὲ διὰ τὸ ῥηθὲν τὰ λοιπὰ πάντα τῆς πήρας ἐπὶ τὰν βωμόν, εἶπε πάλιν ὅτι δὶς τόσον ἀπέχθοιτο τοῦτο δράσας ἢ πρότερον ἦν κε- χαρισμένος. οὕτω τὸ εὐδάπανον φίλον θεοῖς, καὶ μὰλ- λον τὸ δαιμόνιον πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος βλέπει.
τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ίστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μδάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰ- θίσθαι τοἵς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποι- εἴσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς· τὰ μὲν διʼ εὐπο- ρίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηρια- σόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τούς θεούς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄρι- στα καὶ προθυμότατα Ιὸ δαιμόνιον γεραίροντα θε- σπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας,
παρʼ ἐνίοις δʼ ἱστορεῖται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα- στησάντων τᾷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς ἡσθείη μάλιστα, παρʼ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα- σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε- σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται,
διὰ τοῦτο καὶ τοῖς κεραμεοῖς ἀγγείοις καὶ τοῖς ξυ- λίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δη- μοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἤδη κεραμεᾶ καὶ ξύ- λινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν [*](12. τοῦτο καὶ Σώπατρος προφέρει ἐν ταῖς ἐκλογαῖς τῶν ἱστο- ριῶν.)
μαρτυρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαν- τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων·
ἆρʼ οὖν θυτέον τὰ τοῦ σφάττεσθαιτοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἀνά- πηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τι- μῆς ἕνεκα τὰς θυσίας ποιήσομεν. εἰ δʼ ἄρα θυτέον τοῖς θεοῖς τὰ ζῷα, τὰμηθὲν ἀδικοῦντα τούτων ἡμᾶς θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυ- τέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον
καὶ γὰρ ἄλλως τριῶν ἕνεκα θυτέον τοῖς θε- οῖς· ἢ γὰρ διὰ τιμὴν ἢ διὰ χάριν ἢ διὰ χρείαν τῶν ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς· τι- μῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγα- θῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ προπεπονθότες εὑ ἢ ἵνα τύχωμεν ὡφελείας τινὸς ἢ κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τού- των τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τού- των τινὸς ἕνεκα θύομεν. ἆρʼ οὖν τιμῆς ἡγήσαιτʼ ἂν τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς θεὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτʼ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦν- τες τὰ μηδὲν ἐδικοῦντα τῶν ζῴων, ἀδικήσειν ὁμο- λογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοι- πῶν ζῴων οὐθέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδι- δοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδιδούς καὶ τιμήν. ἀλλʼ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστʼ οὐδʼ ἐλπιζομένης εὐεργεσίας, θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμή- χανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων
ταῖς γὰρ ἐκ τῶν θυμάτων ἀπολαύσεσι τὸ περὶ τούτων ἀληθὲς ἐξαλείφειν πειρώμενοι λαν- θάνομεν ἡμᾶς αὐτούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων, ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώ- ποτε ἔθυσεν ὄφεις καὶ σκορπίους ὒ πιθήκους ἢ τι τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι εἰς ἀπόλαυσιν ἐν αὐτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα, πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας, αὐτούς τε τοὺς καθαριότητος μὲν οὐδὲν κοινωνοῦν- τας, ἀπόλαυσιν δὲ ἡμῖν παρέχοντας σιάλους σφάτ- τομεν τοῖς θεοῖς ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπι- κουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλ- λας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυται ταῖς θυσίαις. ἀλλʼ οὐκ ὄνους οὐδʼ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπό- λαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ ἀπεχόμεθα τῶν τοιούτων, σφάττοντες διὰ τὰς ἀπο- λαύσεις, καὶ θύομεν αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπι- θυμίαις κεχαρισμένα, καταμαρτυροῦντες ἡμῶν αὐ- τῶν, ὅτι τῆς ἀπολαύσεως χάριν ἐμμένομεν τοῖς τοι- ούτοις θύμασιν.