De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

καὶ μετά γε τὸν πρῶτον πόλεμον τὸν γενόμενον Ῥωμαίοις περὶ Σικελίας πρὸς Καρ- χηδονίους ἀποστάντων τῶν Φοινίκων μισθοφόρων [*](15. σημείωσαι καὶ Βούλγαροι τοῦτο ἐποίουν πρὸ τοῦ δέ- ξασθαι τὸ ἅγιον βάπτισμια.)

119
καὶ συναποστησάντων τοὺς Λίβυας, Ἀμίλκας ὁ Βάρκας ἐπικαλούμενος, ἐπιστρατεύσας αὐτοῖς εἰς λιμὸν οὕτως περιέστησεν, ὡς τὸ μὲν πρῶτον τούς πίπτοντας ἐν ταῖς μάχαις ἐσθίειν ἐπιλειπόντων πάν- των, δεύτερον τούς αἰχμαλώτους, τρίτον τούς οἰκέ- τας, ὕστερον δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τούς συστρατιώτας ἐσθίειν. ἀλλʼ ὅ γε Ἀμίλκας λα- βὼν ὑποχειρίους διὰ τῶν ἐλεφάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτούς ἐπι- μίγνυσθαι, καὶ οὔτε αὐτὸς παρεδέξατο διὰ τὸ τολ- μῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ᾿ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς τὴν ταλίαν στρα- τεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώσεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ διʼ ἡδονὴν παραδέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προσηκάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου γε ἕνεκα σαρκῶν ἀνθρωπίνων.

ἀλλʼ ὅτι μὲν τῷ θύειν οὐχ ἕπεται τὸ καὶ ἐσθί- ειν πάντως τὰ ζῷα, διὰ τούτων ἀποδέδεικται.