De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τούς Σελεύκου χρόνους τοῦ θεολόγου γενό- μενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσή- κατο δʼ ὁ δαίμων ἀντὶ ἀνθρώπου τὸν βοῦν οὕτως ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μό- σχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθʼ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τούς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμα- δίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενώ- δῳ, ὡς φησὶν Κὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λα- κεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.