De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

τὰ παραπλήσια δὲ καὶ Θεόπομπος ίστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μδάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰ- θίσθαι τοἵς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποι- εἴσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς· τὰ μὲν διʼ εὐπο- ρίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηρια- σόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τούς θεούς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄρι- στα καὶ προθυμότατα Ιὸ δαιμόνιον γεραίροντα θε- σπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας,

91
ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῷ τὸ πρωτεῖον. τὴ δὲ ίέρειαν ἀποκρίνασθαι, πάντων ἄριστα θεραπεύειν τοὺς θεούς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας. τὸν δʼ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεἵν, τίνα τρό- πον τὰς θυσίας ἐπιτελεῖ. ἀφικόμενον οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονἦσοι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλʼ οὐδʼ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὐτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δʼ οὖν συντυ- χόντα τῷ ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῷ, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾷ. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μιῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ίερῶν, ἅ δὴ τοὺς προγόνους καταλιπεἵν, καὶ τι- μᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατʼ ἐνι- αυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ίερεῖα κατακόπτοντα, ἀλλʼ ὅ τι ἂν παρατύχῃ ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων,ἃ ἑκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρ- χὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθα- γιζειν αὐτοῖς· αὐτὸν δὲ τῇ αὐταρκείᾳ προσεσχηκότα τοῦ θὔσαι βοῦς προνοεῖσθαι.

[*](18. λιβανωτός ἐστι τὸ ἐκ Λιβάνου γιγνόμενον ἄρωμα. ψαιστὰ δέ εἰσιν ἄλφιτα ἐλαίῳ καὶ οἴνῳ δεδευμένα ἀπὸ τῆς τοῦ μύλου πε- ριψήσεως, ἅπερ ἐπεθυμίων τοῖς θεοῖς. πόπανα δὲ πλακουντία πλατέα καὶ λεπτὰ καὶ περιφερῆ.)
92

παρʼ ἐνίοις δʼ ἱστορεῖται τῶν συγγραφέων, τῶν Τυρρηνῶν μετὰ τὸ κρατῆσαι Καρχηδονίων ἑκατόμβας κατὰ πολλὴν ἔριν τὴν πρὸς ἀλλήλους ἐκπρεπεῖς παρα- στησάντων τᾷ Ἀπόλλωνι, εἶτα πυνθανομένων αἷς ἡσθείη μάλιστα, παρʼ ἐλπίδα πᾶσαν αὐτὸν ἀποκρίνα- σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε- σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται,

  • ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ·
  • τεκμήριον δʼ· ὅταν γὰρ ἑκατόμβας τινὲς
  • θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος
  • πάντων καὶ λιβανωτὸς ἐπετέθη.
  • ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα
  • δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα,
  • τὸ δὲ μικρὸν αὐτὸ τοῦτʼ ἀρεστὸν τοῖς θεοῖς.
  • καὶ Μένανδρος δʼ ἐν Δυσκόλῳ φησίν·
  • ὁ λιβανωτὸς εὐσεβὴς
  • καὶ τὸ πόπανον· τοῦτʼ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
  • ἅπαν τεθέν.
  • διὰ τοῦτο καὶ τοῖς κεραμεοῖς ἀγγείοις καὶ τοῖς ξυ- λίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δη- μοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἤδη κεραμεᾶ καὶ ξύ- λινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν [*](12. τοῦτο καὶ Σώπατρος προφέρει ἐν ταῖς ἐκλογαῖς τῶν ἱστο- ριῶν.)

    93
    ὕλην καὶ τὴν ἀφέλειαν τῆς τέχνης. τὸν γοῦν Αίσχύ- λον φασί, τῶν Δελφῶν ἀξιούντων εἰς τὸν θεὸν γρά- ψαι παιᾶνα, εἰπεῖν ὅτι βέλτιστα Τυννίχῳ πεποίη- ται· παραβαλλόμενον δὲ τὸν αὑτοῦ πρὸς τὸν ἐκείνου ταὐτὸν πείσεσθαι τοῖς ἀγάλμασιν τοῖς καινοῖς προς τὰ ἀρχαῖα· ταῦτα γὰρ καίπερ ἀφελῶς πεποιημένα, θεῖα νομίζεσθαι, τὰ δὲ καινὰ περιέργως εἰργασμένα θαυμάζεσθαι μέν, θεοῦ δὲ δόξαν ἧττον ἔχειν. καὶ τὸν Ἡσίοδον οὖν εἰκότως τὸν τῶν ἀρχαίων θυσιῶν νόμον ἐπαινοῦντα εἰπεῖν,
  • ὥς κε πόλις ῥέζῃσι, νόμος δʼ ἀρχαῖος ἄριστος.
  • οἱ δὲ τὰ περὶ τῶν ἱερουργιῶν γεγραφότες
  • θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλουσιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγρά- φων τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ,
  • ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δʼ ἀμπέλου
  • σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη·
  • ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς
  • λίπος τʼ ἐλαίας καὶ τὸ ποικιλώτατον
  • ξουθῆς μελίσσης κηρόπλαστον ὄργανον.
  • σεμνὰ δʼ ἦν τῶν πρὶνὑπομνήματα ἐν Δήλῳ ἐξ Ὑπερ– βορέων ἀμαλλοφόρων. δεῖ τοίνυν καθηραμένους τὸ ἦθος ἰέναι θύσοντας, τοῖς θεοῖς θεοφιλεῖς τὰς θυ- σίας προσάγοντας, ἀλλὰ μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιε- σαμένοις οὐκ ἀρκεῖν νομίζουσι πρὸς τὸ τῶν θυσιῶν ἁγνόν ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι, μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχον- τες ἴωσι πρὸς τὰς θυσίας, οὐδὲν διαφέρειν νομί- ζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαί- ροντα μάλιστα τὸν θεὸν διακειμένῳ καθαρῶς, ἅτε
    94
    συγγενεῖ πεφυκϲτι. ἐν γοῦν Ἐπιδαύρῳ προεγέγρα- πτο,
  • ἁγνὸν χρὴ ναοῖο θυώδεος ἐντὸς ἰόντα
  • ἔμμεναι· ἁγνείη δʼ ἔστι φρονεῖν ὅσια.
  • ὅτι δὲ οὐ τῷ εὐόγκῳ χαίρει ὁ θεὸς τῶν θυσιῶν,
  • ἀλλὰ τῷ τυχόντι, δῆλον ἐκ τοῦ τῆς καθʼ ἡμέραν τρο- φῆς, κἂν ὁποία τις οὖν αὕτη παρατεθῇ, ταύτης πρὸ τῶν ἀπολαύσεων πάντας ἀπάρχεσθαι μικρὸν μέν, ἀλλὰ τῷ μικρῷ τούτῳ παντὸς μᾶλλον μεγάλη τίς ἐστι τιμή. διὰ πολλῶν δὲ ὁ Θεόφραστος ἐκ τῶν παρʼ ἑκά- στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν τῶν ἐπετείων πρότερον τῆς πόας λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν (νηφάλια δʼ ἐστὶν τὰ ὑδρόσπονδα), τὰ δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτʼ ἐλαιόσπονδα · τέλος δʼ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγο- νότα οἰνόσπονδα.

    μαρτυρεῖται δὲ ταῦτα οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαν- τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων·

  • οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς
  • οὐδὲ Ζεὺς βασιλεὺς οὐδʼ ὁ Κρόνος οὐδ’ ὁΠὸσειδῶν,
  • ἀλλὰ Κύπρις βασίλεια,
  • ἣ ἐστιν ἡ φιλία
  • τὴν οἵ γʼ εὐσεβέεσσιν ἀγάλμασιν ίλάσκοντο
  • γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόσμοις
  • σμύρνης τʼ ἀκράτου θυσίαις λιβάνου τε θυώδους
  • ξουθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας,
  • 95
    (ἅπερ καὶ νῦν ἔτι σώζεται παρʼ ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας ὄντα )
  • ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός.
  • τῆς γὰρ οἶμαι φιλίας καὶ τῆς περὶ τὸ συγγενὲς
  • αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχε, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφοείδετο τῶν οἰκείων. σκεπτέον δʼ ἔτι καὶ ταῦτα. ὥσπερ γὰρ οἰκειότητος οὕσης ἡμῖν πρὸς τοὺς ἀνθρώ- πους, τούς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας· οὕτως καὶ τῶν ἀλόγων ζῴων τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά- πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναι- ρεῖν ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρ- μημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσ- περ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθά- περ καὶ τῶν ἀνθρώπων.

    ἆρʼ οὖν θυτέον τὰ τοῦ σφάττεσθαιτοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἀνά- πηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τι- μῆς ἕνεκα τὰς θυσίας ποιήσομεν. εἰ δʼ ἄρα θυτέον τοῖς θεοῖς τὰ ζῷα, τὰμηθὲν ἀδικοῦντα τούτων ἡμᾶς θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυ- τέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον

    96
    οὔτε τὰ κακοποιά, πῶς οὐ φανερὸν ὅτι παντὸς μᾶλ- λον ἀφεκτέον καὶ οὐ θυτέον ἐστὶ τῶν λοιπῶν ζῴων οὐδέν, ἀναιρεῖν γε μέντοι τούτων ἕτερ’ ἄττα προσ- ήκει;

    καὶ γὰρ ἄλλως τριῶν ἕνεκα θυτέον τοῖς θε- οῖς· ἢ γὰρ διὰ τιμὴν ἢ διὰ χάριν ἢ διὰ χρείαν τῶν ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς· τι- μῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγα- θῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ προπεπονθότες εὑ ἢ ἵνα τύχωμεν ὡφελείας τινὸς ἢ κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τού- των τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τού- των τινὸς ἕνεκα θύομεν. ἆρʼ οὖν τιμῆς ἡγήσαιτʼ ἂν τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς θεὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτʼ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦν- τες τὰ μηδὲν ἐδικοῦντα τῶν ζῴων, ἀδικήσειν ὁμο- λογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοι- πῶν ζῴων οὐθέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδι- δοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδιδούς καὶ τιμήν. ἀλλʼ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστʼ οὐδʼ ἐλπιζομένης εὐεργεσίας, θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμή- χανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων

    97
    τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρα- κτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶν ζῷα τὸ παράπαν τοῖς θεοῖς.

    ταῖς γὰρ ἐκ τῶν θυμάτων ἀπολαύσεσι τὸ περὶ τούτων ἀληθὲς ἐξαλείφειν πειρώμενοι λαν- θάνομεν ἡμᾶς αὐτούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων, ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώ- ποτε ἔθυσεν ὄφεις καὶ σκορπίους ὒ πιθήκους ἢ τι τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι εἰς ἀπόλαυσιν ἐν αὐτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα, πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας, αὐτούς τε τοὺς καθαριότητος μὲν οὐδὲν κοινωνοῦν- τας, ἀπόλαυσιν δὲ ἡμῖν παρέχοντας σιάλους σφάτ- τομεν τοῖς θεοῖς ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπι- κουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλ- λας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυται ταῖς θυσίαις. ἀλλʼ οὐκ ὄνους οὐδʼ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπό- λαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ ἀπεχόμεθα τῶν τοιούτων, σφάττοντες διὰ τὰς ἀπο- λαύσεις, καὶ θύομεν αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπι- θυμίαις κεχαρισμένα, καταμαρτυροῦντες ἡμῶν αὐ- τῶν, ὅτι τῆς ἀπολαύσεως χάριν ἐμμένομεν τοῖς τοι- ούτοις θύμασιν.

    καίτοι Σύρων μὲν Ἰουδαῖοι διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφρα- στος, ζῳοθυτοῦντες εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον κε-

    98
    λεύοιεν θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. oὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατʼ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἕνα τοῦ δει- νοῦ μὴ ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶ- σιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γέ- νος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴνθεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦν- τες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκᾐ καὶ οὐκ ἐπιθτν- μίᾳ τοῦτο πράξαντες. μάθοι δʼ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο. οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον εἶναι καὶ τοῖς ἀνθρώποις.

    ἀπʼ ἀρχῆς μὲν γὰρ αἱ τῶν καρπῶν ἐγίνοντο τοῖς θεοῖς θυσίαι· χρόνῳ δὲ τῆς ὁσιότητος ἡμῶν ἐξαμελησάντων, ἐπεὶ καὶ τῶν καρπῶν ἐσπάνισαν, καὶ διὰ τὴν τῆς νομίμου τρο- φῆς ἔνδειαν εἰς τὸ σαρκοφαγεῖν ἀλλήλων ὥρμησακ, τότε μετὰ πολλῶν λιτῶν ίκετεύοντες τὸ δαιμόνιον, σφῶν αὐτῶν ἀπήρξαντο τοῖς θεοῖς πρῶτον, οὐ μό- νον ὅ τι κάλλιστον ἐνῆν αὐτοῖς καὶ τοῦτο τοῖς θεοῖς καθοσιοῦντες, ἀλλὰ καὶ πέρα τῶν καλλίστων προσ- επιλαμιβάνοντες τοῦ γένους· ἀφʼ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Αυκαίοις, οὐδʼ ἐν Καρ- χηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον τῆς τοῦ νομίμου χάριν μνήμης ἐμφύλιον αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς, καίπερ τῆς παρʼ αὐτοῖς ὁσίας ἐξειργούσης τῶν ἱερῶν, τοῖς

    99
    κεριρραντηρίοις κηρύγματι, εἴ τις αἵματος ἀνθρω- πείου μεταίτιος. ἐντεῦθεν οὖν μεταβαίνοντες ὑπάλ- λαγμα [πρὸς τὰς θυσίας] τῶν ἰδίων ἐποιοῦντο σωμά- των τὰ τῶν λοιπῶν ζῴων σώματα, καὶ πάλιν κόρῳ τῆς νομίμου τροφῆς εἰς τὴν περὶ εὐσεβείας λήθην ἰόντες, ἐπιβαίνοντες ἀπληστίᾳ καὶ οὐθὲν ἄγευστον οὐδὲ ἄβρωτον περιλείποντες. ὅπερ καὶ περὶ τὴν ἐκ τῶν καρπῶν τροφὴν νῦν συμβαίνει περὶ πάντας. ὅταν γὰρ τῇ προσφορᾷ τὴν ἀναγκαίαν ἔνδειαν κου- φίσωνται, ζητοῦντες τοῦ κόρου τὸ περιττὸν ἐκπο- νοῦσι πρὸς βρῶσιν πολλὰ τῶν σωφροσύνης ἔξω κειμένων. ὅθεν ὡς οὐκ ἄτιμα ποιούμενοι τὰ θεοῖς θύματα, γεύσασθαι τούτων προήχθησαν, καὶ διὰ τὴν ἀρχὴν τῆς πράξεως ταύτης προσθήκη ἡ ζῳο- φαγία γέγονεν τῇ ἀπὸ τῶν καρπῶν τροφῇ τοῖς ἀν- θρώποις. καθάπερ οὖν τὸ παλαιὸν ἀπήρξαντό τε τοῖς θεοῖς τῶν καρπῶν, καὶ τῶν ἀπαρχθέντων ἀσπα- στῶς μετὰ τὴν ὁσίαν ἐγεύσαντο, οὕτω τῶν ζῴων καταρξάμενοι ταὐτὸν ἡγοῦντο δεῖν τοῦτο δρᾶν, καί- περ τὸ ἀρχαῖον οὐχ οὕτως τῆς ὁσίας ταῦτα βραβευ- σάσης, ἀλλʼ ἐκ τῶν καρπῶν ἕκαστον τῶν θείων τι- μῶντες. τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀν- θρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνη- ρέσκετο,
  • ταύρων δʼ ἀρρήτοισι φόνοις οὐ δεύετο βωμός,
  • ἀλλὰ μύσος τοῦτʼ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
  • θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤια γυῖα.
  • θεωρῆσαι δὲ ἔστιν ἐκ τοῦ περὶ Δῆλον ἔτι
  • σωζομένου βωμοῦ, πρὸς ὃν οὐθενὸς προσαγομένου παρʼ αὐτοῖς οὐδὲ θυομένου ἐπʼ αὐτοῦ ζῴου, εὐσε- βῶν κέκληται βωμός. οὕτως οὐ μόνον ἀπείχοντο τῶν ζῴων θύοντες, ἀλλὰ καὶ τοῖς ἱδρυσαμένοις τοῦ-
    100
    τον ὁμοίως καὶ τοῖς χρωμένοις αὐτῷ μετέδοσαν τῆς εὐσεβείας. διʼ ὅπερ οἱ Πυθαγόρειοι τοῦτο παραδε- ξάμενοι κατὰ μὲν τὸν πάντα βίον ἀπείχοντο τῆς ζῳο- φαγίας, ὅτε δὲ εἰς ἀπαρχήν τι τῶν ζῴων ἀνθʼ ἑαυ- τῶν μερίσειαν τοῖς θεοῖς, τούτου γευσάμενοι μόνον, πρὸς ἀλήθειαν ἄθικτοι τῶν λοιπῶν ὄντες ἔζων. ἀλλʼ οὐχ ἡμεῖς· ἐμπιπλάμενοι δὲ εἰς πολλοστὸν ἀφικό- μεθα τῆς ἐν τούτοις παρὰ τὸν βίον παρανομίας. καὶ γὰρ οὔτε φόνῳ τοὺς τῶν θεῶν βωμούς χραίνειν δεῖ, οὔτε ἁπτέον τοῖς ἀνθρώποις τῆς τοιαύτης τροψῆς, ὡς οὐδὲ τῶν ἰδίων σωμάτων, ἀλλὰ ποιητέον παράγ- γελμα τῷ παντὶ βίῳ τὸ ἐν Ἀθήναις ἔτι σωζόμενον.

    τὸ γὰρ παλαιόν, ὡς καὶ πρόσθεν ἐλέγομεν, καρποὺς τοῖς θεοῖς τῶν ἀνθρώπων θυόντων, ζῷα δὲ οὔ, οὐδὲ εἰς τὴν ἰδίαν τροφὴν καταχρωμένων, λέγεται κοινῆς θυσίας οὔσης Ἀθήνησιν Δίομον ἢ Σώπατρόν τινα, τῷ γένει οὐκ ἐγχώριον, γεωργοῦντα δὲ κατὰ τὴν Ἀττικήν, ἐπεὶ πελάνου τε καὶ τῶν θυλημάτων ἐπὶ τῆς τραπέ- ζης ἐναργῶς κειμένων, ἵνα τοῖς θεοῖς ταῦτα θύοι, τῶν βοῶν τις εἰσιὼν ἀπʼ ἔργου τὰ μὲν κατέφαγεν, τὰ δὲ συνεπάτησεν· αὐτὸν δʼ ὑπεραγανακτήσαντα τῷ συμ- βάντι, πελέκεως τινος πλησίον ἀκονωμένου, τοῦ- τον ἁρπάξαντα, πατάξαι τὸν βοῦν. τελευτήσαντος δὲ τοῦ βοός, ὡς ἔξω τῆς ὀργῆς καταστὰς συνεφρό- νησεν οἷον ἔργον ἦν εἰργασμένος, τὸν μὲν βοῦν θάπτει, φυγὴν δὲ ἑκούσιον ἀράμενος ὡς ἠσεβηκώς, ἔφυγεν εἰς Κρήτην. αὐχμῶν δὲ κατεχόντων καὶ δεινῆς ἀκαρπίας γενομένης, ἐπερωτῶσι κοινῇ τὸν θεόν. ἀνεῖλεν ἡ Πυθία, τὸν ἐν Κρήτῃ φυγάδα ταῦτα λύσειν, τόν τε φονέα τιμωρησαμένων καὶ τὸν τε- θνεῶτα ἀναστησάντων ἐν ᾗπερ ἀπέθανε θυσίᾳ λῷον ἔσεσθαι γευσαμένοις τε τοῦ τεθνεῶτος καὶ μὴ κα-

    101
    τασχοῦσιν. ὅθεν ζητήσεως γενομένης καὶ τοῦ Σω- πάτρου μετὰ τῆς πράξεως ἀνευρεθέντος, Σώπατρος νομίσας τῆς περὶ αὐτὸν δυσκολίας ἀπαλλαγήσεσθαι ὡς ἐναγοῦς ὄντος, εἰ κοινῇ τοῦτο πράξειαν πάντες, ἔφη πρὸς τοὸς αὐτὸν μετελθόντας, δεῖν κατακο- πῆναι βοῦν ὑπὸ τῆς πόλεως. ἀπορούντων δὲ τίς ὁ πατάξων ἔσται, παρασχεῖν αὐτοῖς τοῦτο, εἰ πολίτην αὐτὸν ποιησάμενοι κοινωνήσουσι τοῦ φόνου. συγ- χωρηθέντων οὖν τούτων, ὡς ἐπανῆλθον ἐπὶ τὴν πό- λιν, συνέταξαν οὕτω τὴν πρᾶξιν, ἥπερ καὶ νύν δια- μένει παρʼ αὐτοῖς.

    ὑδροφόρους παρθένους κατέλε- ξαν· αἱ δʼ ὕδωρ κομίζουσιν, ὅπως τὸν πέλεκυν καὶ τὴν μάχαιραν ἀκονήσουσιν. ἀκονησάντων δὲ ἐπώ- δωκεν μὲν τὸν πέλεκυν ἕτερος, ὁ δʼ ἐπάταξε τὸν βοῦν, ἄλλος δʼ ἔσφαξε· τῶν δὲ μετὰ ταῦτα δειράν- των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα- χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρ- τῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχε σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς ἐργαζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάν- τας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοι- νωνήσαντας. ὡς δὲ αἰ μὲν ὑδροφόροι τοὺς ἀκονή- σαντας αὐτῶν ῇτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπιδόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα, καὶ ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθʼ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δʼ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διπολείοις Ἀθήνησιν ἐν ἀκρο- πόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τρα- πέζης πέλανον καὶ ψαιστά, περιελαύνουσι τοὺς κα- τανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρώντων ἔστιν νῦν· οἱ μὲν ἀπὸ

    102
    τοῦ πατάξαντος Σωπάτρου βουτύποι καλούμενοι πάντες, οἱ δʼ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δʼ ἀπὸ τοῦ ἐπισφάξαντος δαιτροὺς ὀνομάζου- σιν διὰ τὴν ἐκ τῆς κρεανομίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν ἀχθῶσι, κατεπόντωσαν τὴν μάχαιραν.