De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ἀνὴρ δὲ εὐλαβὴς καὶ ὕποπτος πρὸς τὰ γοητεύματα τῆς φύσεως, τήν τε τοῦ σώματος φύσιν κατασκεψάμενος καὶ ὡς ἥρμοσται ὀργάνου δίκην πρὸς τὰς δυνάμεις τῆς ψυχῆς γνούς, οἶδεν ὡς ἕτοιμον φθέγξασθαι τὸ πάθος, ἄν τε βου- λώμεθα ἂν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομέ- νου. ἡ γὰρ ἀντίληψις ἐτύχgκεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δʼ οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπιστατικὸν ὄμμα πρὸς τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς ἀλογίας τὸ ἄχρι τί- νος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὕς ἐπικρίνειν οὐκ ἐχούσης, καθ’ ἑαυτὴν δὲ ἀνεπισκέπτου ὑπαρχούσης, ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμή- χανόν ἐστιν ἢ διοικεῖν τι καθηκόντως πρὸς τὰ ἔξω ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμί- ζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθʼ ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι κατὰ τὴν οἰκείαν φύ- σιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ

71
θυμιῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποι- ήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν ταῖς τοῦ ἀλόγου ἐνεργείαις.

καίτοι ταύτῃ διενηνοχέναι φαίνεται ὁ σπουδαῖος τοῦ φαύλου, ὅτι ὁ μὲν πανταχοῦ τὸν λο- γισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὁ δὲ πολλὰ πράττει παριεὶς τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἅ πράττει. διʼ ὅ καὶ ὁ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὁ δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλογίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπουδαίοις, ὅτι οί μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθʼ ἑαυτὸν ἃ βούλε- ται, οἱ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθʼ ἑαυτούς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ ἀπο- λαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμμε- τρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσε- ξιν ἔχει παρʼ ἑαυτῷ, οὐδʼ ἐπιτρέπει τῇ ἀλογίᾳ παθαίνεσθαι οὐδʼ ὅλως τι ἐνεργεῖν. εἰ δʼ ἀφῆκε ταύτην πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρωπον συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλό- μου.

ὅθεν τοῖς σπουδαίοις ἡ ἀποχὴ μᾶλλον οἰκειο- τέρα καὶ βρωτῶν καὶ τῶν διὰ σώματος ἀπολαύσεων καὶ πράξεων τῆς ἐφάψεως, τῷ δεῖν ἐφαπτόμενον τῶν σωματικῶν καταβαίνειν ἀπὸ τῶν οἰκείων ἠθῶν εἰς παιδαγωγίαν τοῦ ἐν ἡμῖν ἀλογίστου· ἐν δὲ ταῖς τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐ- [*](14. σημείωσαι ὅτι παῖδα λέγει τὴν ἄλογον τῆς ψυχῆς δὑναμιν.)

72
τῶν ἐπιλογιστικὸν τὸ ἄλογον. φύσει γὰρ ἀνεπίγνω- μον τοῦ ἀπόντος τὸ ἄλογον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπʼ αὐτῶν φαντασίας), μέτριον ἄν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς θνητῆς φύσεως ἐπʼ ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀνα- δόσεως καὶ τῆς πρὸς τούτοις συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὅς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτʼ ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυ- μίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν διʼ ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ εἰς τὴν κατάποσιν ἀντιλαμβάνονται.

οὐκ ἀπεικότως ἄρα τὸ πολὺ καὶ περιττὸν ὁ λόγος ἀποκρίνας εἰς ὀλίγον πε- ριγράφει τὸ ἀναγκαῖον, εἰ μέλλει μήτε πορίζων ἕξειν πράγματα διὰ τὸ δεῖσθαι πλειόνων, μήτε εὐτρεπῆ ποιῶν πλειόνων τῶνὑπηρετησομένωνδεήσεσθαι,μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψψεσθαι,μήτεπληρού- μενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον μὲντὸν δεσμόν, αὐτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶἀσθενέστερον.δειξάτω τοίνυνὴμῖντιςἀνήρ,σπεύ- δων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερίσπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπορωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ ἐκ λαχάνων ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρασκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομένης, ἀνήδονος δὲ

73
καθʼ ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον, κου- φοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀνα- δόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα, καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον συμβαλλο- μένη τῆς ἀψύχου διαίτης.

εἰ δὲ τοῦτο οὕτε ἰατρῶν τις οὔτε φιλοσόφων, οὐ γυμναστής, οὐκ ἰδιώτης εἰπεῖν ἐτόλμησεν,τί οὐκ ἀφιστάμεθα ἑκόντες τοῦ σωματικοῦ φορτίου; τί οὐκ ἐλευθεροῦμεν αὐτοὺς ἅμα τῇ ἀπο- στάσει ἐκ πολλῶν (οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὐτὸν ἀρκεῖσθαι, ἀπηλλά- χθαι), χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπη- ρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως, ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέ- ρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δε- σμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κα- κῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπό- ριστος ἀφαιρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ᾿ ἐκ τῶν κρεοφάγων οἱ συκοφάν- ται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθεί- σης αἰτίας καὶ τοῦ πλήθους τῶν εἰσαγομένων ἐἰς τὸ σῶμα περιαιρεθέντος τοῦ τε βάρους τῶν ἀναδιδομέ- νων κουφισθέντος, ἐλεύθερον τὸ ὄμμα καπνοῦʼτε καὶ κύματος τοῦ σωματικοῦ ἐκτὸς καθωρμισμένον γίγνεται.

καὶ τοῦτο οὔτε ὑπομνήσεως οὔτε ἀποδεί- ξεως διὰ τὴν αὐτόθεν προσοῦσαν ἐνάργειαν χρῄζει. ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατʼ αὐτὸν βίον ἐνστησάμενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχὴν, ἀλλὰ καὶ

74
πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτʼ ἄν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ (ὃ παράδοξον τὅς πολλοὅς δόξειεν ἄν εἶναι) τοῦτο λέ- γοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπʼ αὐτοῦ τοῦ κορυ- φαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμε- νοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον ἰώμενον παριστάντες.

ὥρισται γάρ, φησίν, ὁ τῆς φύσεως πλοῦτος καὶ ἔστιν εὐπόριστος, ὁ δὲ τῶν κενῶν δοξῶν ἀόριστός τε ἦν καὶ δυσπόριστος. τὸ γὰρ κατʼ ἔνδειαν ἐνοχλοῦν τὴν σάρκα ἐξαιρεῖται καλῶς καὶ αὐτάρκῶς τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέ- λειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρε- ξιν οὐδʼ ἀπʼ ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος μόνον ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογμάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδʼ εἰς τὸ διαλῦον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν ἀναγ- καίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὴν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπό- ριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς πα- ρασκευῆς.

δεῖ δέ, φασίν, οὐχ ἑτοιμασάμενον τὰ ἀναγκαῖα, προσθήκῃ τῇ φιλοσοφίᾳ χρὴσθαι, ἀλλὰ

75
παρασκευασάμενον τὸ θαρρεῖν τῇ ψυχῇ γνησίως, οὕτως ἀντέχεσθαι τῶν καθʼ ἡμέραν. κακῷ γὰρ φρον- τιστῇ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψομεν, ἄνευ φιλοσο- φίας τὸ ἀναγκαῖον συμμετρούμενοι τῆς φύσεως καὶ παρασκευάζοντες. διʼ ὃ φιλοσοφοῦντα δεῖ καὶ τού- των προνοεῖν καὶ ἐφʼ ὅσον ἂν ἡ παρʼ ἐκείνοις ἔντο- νος ἐπιμέλεια παραδιδῷ. ἐφʼ ὅσον δὲ ἐκεῖθέν τι ἀφαιρεῖται, ὃ μὴ κυριεύσει τῆς τελείας ἐκθαρρήσεως, μὴ προσίεσθαι πρὸς τὴν χρημάτων τε καὶ τροφῶν παρασκευήν. σὺν φιλοσοφίᾳ τοίνυν ἁπτέον τούτων, καὶ εὐθὺς προσπεσεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστόν τε καὶ λιτὸν καὶ κοῦ- φον. ἐλάχιστον γὰρ καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου.

ἃ δʼ ἂν συνεφελκύσηται ἡ παρασκευὴ ἐμπόδια ἐκ τῆς τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζο- μένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθουθας ὀχλήσεις. δεῖ μέντοι τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου. ταύτην δὲ τὰ μὲν εὐ- πόριστα ίκανῶς διασώζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσ- έλπιστον· οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν. ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταρα- χῆς λύσιν οὐθὲν ἰσχύειν πέφυκεν οὐδʼ ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κε- κτημένα· ὑπολείποντα δὲ καὶ. τὰ τοιαῦτα οὐ ταράττει τὸν ἀποθνήσκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ διʼ ἐνδείας πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετ-

76
έχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἃ τε ποικιλία τὥν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλʼ οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συν- επαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγη- δόνος ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὐδʼ ἔλυέν τι ὀχληρὸν τῆς φύσεως, οὐδʼ ὃ μὴ συντελού- μενον ἐπʼ ἀλγηδόνα ἠνύετο· τὴν δὲ βιαίαν χάριν εἶχε καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν, πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλ- λετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν, ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χω- ρὶς οὐκ ἄν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθε- ρίας ἡσυχίας τε καὶ πολλῆς ῥᾳστώνης πορίζεσθαι.

ἔτι δὲ οὐδὲ πρὸς ὑγείαν τὰ κρέα συντελεῖ, ἀλλὰ μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. διʼ ὧν γὰρ ὑγεία ἀνα- κτᾶται, διὰ τούτων καὶ διαμένει. ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυμαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεἵν τὴν κρεοφα- γίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύσεις οἴεσθαι ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δʼ οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμ- φέροντος οὕτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ

77
πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποι- εἴσθαι δυνάμενος. πρός τε τούτοις πολύ τὸ ἀσελγὲς καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διʼ ὃ οὐδὲ φοβη- τέον, μήποτε οὐκ ὦσιν οἱ βῥωσόμενοι τὰ ζῷα.

πάν- τῶν μὲν γὰρ φρονησάντων τὰ ἄριστα, οὐδεμία χρεία ὀρνιθευτικῆς, ἰξευτῶν, ἁλιέων, συβωτῶν. αὐτὰ δὲ αὐτὰ διοικοῦντα τὰ ζῷα καὶ μὴ ἔχοντα τὸν ἐπιμελό- μενον καὶ ἐφεστῶτα ταχέως φθείρεται καὶ δαπανᾶ- ται πρὸς τῶν ἐπιτιθεμένων καὶ τὸ πλῆθος ἀναλισκόν- των, ὥσπερ ἐπὶ μυρίων ὧν οὐ γεύονται ἄνθρωποι ζῴων συμβέβηκε· μενούσης δὲ τῆς κατὰ ἀνθρώπους ποικίλης καὶ παντοίας ἀφροσύνης ἔσονται μυρίοι καὶ οἴ ταῦτα λαιμαργήσοντες. τηρεῖν τε χρὴ τὴν ὑγείαν οὐ φόβῳ θανάτου, ἀλλʼ ἕνεκα τοῦ μὴ ἐμποδίζεσθαι πρὸς τὰ ἀγαθὰ τὰ ἐκ τῆς θεωρίας. διατηρητικὸν δὲ αὐτῆς μάλιστα μὲν ἡ τῆς ψυχῆς ἀτάραχος κατάστασις καὶ ἡ πρὸς τὸ ὄντως ὄν διάθεσις τῆς διανοίας. πολύ γὰρ τὸ ἄχρι σώματος ἐντεῦθεν ἀφικνούμενον, ὡς πείρᾳ διέδειξαν ἡμῶν ἑταῖροι, καὶ ἀρθρῖτιν νόσον περί τε πόδας καὶ χεῖρας τοσαύτην οὖσαν, ὡς ὅλων ὀκτὼ ἐτῶν φέρεσθαι βασταζομένους, ἀποκροῦσαι ἅμα τῇ ἐκστάσει τῶν χρημάτων καὶ πρὸς τὸ θεῖον ἐπιβλέ- ψει· συναπέθεντο γοῦν ἄμα τοῖς χρήμασι καὶ ταῖς φροντίσιν καὶ τὴν νόσον τοῦ σώματος, ὥστε πολύ πρὸς ὑγίειαν καὶ τὸ πᾶν ἐκ τῆς ποιᾶς ψυχῆς καταστά- σεως εἰς τὸ σῶμα κάτεισιν. συμβάλλεται δὲ ὡς ἐπὶ πλεῖστονʼκαὶ ἡ τῆς τροφῆς ἐλάττωσις. καθόλου δὲ ὀρθῶς ὁ Ἐπίκουρος ἔφασκεν εὐλαβητέον εἶναι τρο- φήν, ὓν ἀπολαῦσαι μὲν ποθοῦμεν καὶ διώκομεν, συντελεσθεῖσαν δʼ ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πάσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ

78
πλησμονῇ ἢ ἀσχολίαις περιπίπτοντες.

διʼ καὶ ἐπὶ τῶν λιτῶν φυλακτέον τὸ πλήσμιον, καὶ πανταχοῦ σκεπτέον τί διὰ τῆς ἀπολαύσεως ἢ κτήσεως γίγνεται καὶ πηλίκον ἔχει μέγεθός καὶ τίνος ὀχληροῦ λυτικὸν σαρκὸς ἢ ψυχῆς· μηδὲ διὰ .... χάριν ἡ περὶ ἑκά- στου . ... ἔντασις γίγνεται, ὥσπερ ὁτω ... . βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλʼ ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζε- σθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ διʼ ἡδονὴν ἅπτεται κρεοφαγίας, τὸν θάνατον φοβεῖται. εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορί- στου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρη- μάτων καὶ δόξης τοῦ συναυξήσειν τε νομίζειν τὸ πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου, καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φο- βεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς διʼ αὐταρκείας τῷ πεπειραμένῳ γιγνομέ- νης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν, ὅσων αὐτὸς χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης δὲ τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τίς ἔξω φιλοτιμία, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρησι- μεύοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπληρῶ- σθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε. τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πενίαν πλη- σμονῆς, καὶ γεύεσθαι, ἵνα ... . διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον ἢ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέ- σται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ, οὕτως οὐδʼ αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον

79
ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν, οὕτως δʼ αὖ ἀληχθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς, οὕτως οὐκ ἐπʼ ἐλπίσι κρε- μήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσης τοῦ γε-. νέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλʼ ἐν αὐταρ- κείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεἴ· οὐδὲ ἀγωνιάσει μὴ τὸν πλείονα χρόνον παραμένειν.

πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον πρὸς Διός, τὸν μὲν κακο- παθοῦντα ἢ ἐν περιστάσει ὄντα ἰσχυρᾷ τῶν ἔξωθεν ἢ ἐν δεσμοῖς εἰλημμένον οὐδʼἔννοιαν ἔχειν τροφῆς, οὐδὲ πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ παρατιθε- μένης παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως δεσμιώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν, διʼ ὧν τὸν δεσμὸν παχύνει; καὶ πῶς ταῦτα ἀνδρῶν ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν, καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντί- στροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυ- τῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχα- ριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόν- τος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύ- ρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δεί- πνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας ἀνθρώπων ἡκόντων, ἀλλʼ ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθʼ οἱ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἱ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ ἀχαριστεῖν τῷ παρόντι.

ἑκατέρως δὲ ὁ θεωρητικὸς τοῦ λιτοῦ τῆς διαίτης ἀνθέξεται· καὶ γὰρ οἶδεν ἐν οἷς ἐστιν δεσμοῖς· ὥστε πολυτελείας ὀρέγεσθαι οὐ

80
δύναται, καὶ τὸ λιτὸν ἀγαπῶν οὐ ζητήσει ἐμψύχων βρώσεις, ὡς οὐκ ἀρκούμενος τῇ τῶν ἀψύχων.

εἰ δὲ καὶ μὴ τοιαύτη ἦν ἡ τοῦ σώματος φύσις ἐπὶ τοῦ φιλοσόφου καὶ οὕτως εὐάγωγος καὶ διὰ τῶν τυ- χόντων εὐίατος, ἔδει δὲ καὶ ἀλγηδόνας ὑπομένειν ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρʼ οὐκ ἄν ὑπεμείνα- μεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ, ὅπου σπου- δάζοντες πάνθʼ ὑπομένομεν, τεμνόμενοι, φοινισσό- μενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρό- μενοι διὰ γαστρός, διʼ ἐμέτων, διὰ ῥινῶν, μισθούς τε προσαναλίσκοντες τοῖς ταῦθʼ ἡμὰς διατιθεῖσιν, οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος (ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν) πάνθʼ ὑπομενοῦμεν εὐλόφως; εἰ καὶ μετʼ ἀλγηδόνων ποιεῖσθαι τὰς ὑπομονὰς ἐχρῆν καὶ οὐ δήπου τοῖς νό- μοις τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμιέ- νοις τοῖς τοῦ νοῦ νόμοις κοί ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν. ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπο- μονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγ- καίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναι- σχυντεῖν πρὸς τὴν αὐτῶν ἀκρασίαν βουλομένοις;

εἰ γὰρ δεῖ μηδὲν ὑποστειλὰμενον μετὰ παρρησίας εἰ- πεῖν, οὐκ ἔστιν ἄλλως τυχεῖν τοῦ τέλους ἢ προσηλω- θέντα μέν, εἰ χρὴ φάναι, τῷ θεῷ, ἀφηλωθέντα δὲ καὶ σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπταθειῶν, διʼ ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ διʼ ἀκροάσεως λό- γων ψιλῆς γινομένης. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἀπλῶς μεθʼ ὁποίας οὖν διαίτης καὶ ὅλως σαρκοφα- γίας ἐνῆν οἰκειοῦσθαι, ἀλλʼ ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου

81
ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθʼ ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλι- κῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρ- ξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθʼ ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλʼ ἴσως πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δʼ ἂν πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχὴν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχα- ρισμένην. διʼ ὃ μακροῦ δεομένων λόγου πρὸς τὴν τούτων διάλυσιν, ἀπʼ ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυ- σιῶν διαληπτέον.