De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλ- λήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευά- ζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. πειρώμε- νοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πό- λεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολου- θήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλ- λον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετʼ ἀλλήλων ἀθροίσει

50
λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τοὺτου φθορὰν διατηρού- μενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθʼ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. οὐ- δὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτʼ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγ- καίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθ- εστώσης λυμαίνοιτʼ ἄν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετ- έχον, τὸ δὲ μόνον τὴν ἀνεθεἵσαν ἡμῖν ἐκ τῆς γῆς τρο- φὴν καταναλίσκον. διʼ ὅ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἀπλῶς τῶν ἀγρίων προσα- γορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἕππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθεί- ρομεν,τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.

διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ τὴν ἐδωδὴν διορισθῇναι τῶν ἐμψύχων νομιστέον

51
ὑππὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφο- ρον· ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δί- καιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενο- μοθετημένων, ἠλιβάτου τινὸς γέμειν εὐηθείας. οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλʼ ὅνπερ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν, ἀλλὰ διαμαρτάνουσιν ἐν πολ- λοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλʼ οἱ μὲν τῶν ἀδιαφόρων δοξάζον- τες εἶναι παραλείπουσιν, οἱ δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινὲς οἴονται συμφέρειν. ὅθεν διὰ τὴν αἰ- τίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὐτοὺς λυσι- τελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν· ὧν ἔστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. εἰ μὲν οὖν ἠδύναντο ποιή- σασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μηδὲ πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. ἐπειδὴ δὲ τῶν ἀμηχά- νων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλὸ περ ἢ τῶν ἀψύ- χων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν εἰς τὸ κτείνειν αὐτά, μόνως ἔστι τὴν ἐνδεχο-
52
μένην ἔχειν ἀσφάλειαν. τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπι- κουρείων.

λοιπὸν δὲ ὁ πολὺς καὶ δημώδης ἄνθρωπος ἃ λέ- γειν εἴωθεν παραθετέον. τοὺς γὰρ παλαιούς φασιν τῶν ἐμψύχων ἀποσχέσθαι οὐ διʼ εὐσέβειαν, διὰ δὲ τὸ μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δʼ ἔμαθον, τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσ- ειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοι- πὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφα- γεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν διʼ ἑψήσεως, προσεμένους τὰ κρέα. διʼ ἃ “ὠμοφάγοι” μὲν οἱ “θῶες” καὶ ἐν ὀνείδει τὸ “ὠμὸν βεβρώθοις Πρίαμον” καὶ “ὤμι” ἀποτεμνόμενον κρέα ἔδμεναι,ʼʼ ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν κρεῶν ὠμο- αγίας..... “κρεῶν πίνακας παρέθηκεν ἀείρας παν- τοίων.” τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμ- ψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεἴν, τοῖς πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφά- γον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἱ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἱ δὲ καὶ ἐν ἄμμῶ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλ- ληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν ἐστιν ἔθος.

ὁ δὲ κελεύων μὴ ἐσθίειν καὶ ἄδικον ἡγού- μενος, οὐδὲ κτείνειν δίκαιον ἐρεῖ οὐδὲ ψυχὰς ἀφαι- ρεῖσθαι. ἀλλὰ μὴρρ πρός γε τὰ θηρία πόλεμος ἡμῖν ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτί- θεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δʼ

53
οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτʼ αὐτὸς δηχθείη μήτʼ ἄλλος ἀπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δʼ ὄντος τοῦ πρὸς τὰ θηρία πολέμου, πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφα- γοῦσιν, οὔθʼ ἵππους ἐσθίουσιν οὔτʼ ὄνους· ὗς μέντοι ἐσθίουσιν, ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰου- δαῖοι ἀπέσχοντο, ὅτι οὐδʼ ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἐλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρʼ ὅσον οὐδʼ ἤνεγκεν ἡ Ἑλλὰς ταῦτα τὰ ζῷα, οὕτως οὐδʼ ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσ- ήχθη τὸ ζῷον τοῦτο, παρʼ ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοἵς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δʼ ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδʼ ἄν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.

διὰ τί δʼ ἂν τις καὶ ἀπόσχοιτο τῶν ἐμψύχων; ἆρά γε τὴν ψυχὴν χείρω ποιεῖ ἢ τὸ σῶμα; δῆλον δʼ ἐστὶν ὡς οὐδέτερον. τὰ γὰρ σαρκοφαγοῦντα ζῷα συνετώτερα τῶν ἄλλων. θηρευτικὰ γοῦν ἐστὶ καὶ τέχνην ἔχει ταύτην, ἀφʼ ἧς περιποιεῖται τὸν βίον, ἰσχύν τε καὶ ἀλκὴν κέκτηται, ὥσπερ λέοντες καὶ λύκοι· ὥσθʼ ἡ κρεοφαγία οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα λυμαίνεται. δῆλον δʼ ἐστὶ κἀκ τοῦ τοὺς ἀθλητὰς τὰ σώματα κρείσσω τῇ κρεοφαγίᾳ

54
παρέχειν, κἀκ τῶν ἰατρῶν, οἵ τὰ ἐκ τῆς ἀρρωστίας σώματα ἀναλαμβάνουσι ταῖς κρεοφαγίαις. τοῦ δὲ μὴ ὑγιῶς δοξάσαι τὸν Πυθαγόραν σημεῖον οὐ μικρόν· τῶν γὰρ σοφῶν ἀνδρῶν οὐδεὶς ἐπείσθη, οὔτε τῶν ἑπτὰ οὔτε τῶν ὕστερον γενομένων φυσικῶν, ἀλλʼ οὐδʼ ὁ σοφώτατος Σωκράτης οὐδʼ οἱ ἀπὸ Σωκράτους.

φέρε δὲ καὶ πεισθῆναι πάντας ἀνθρώπους τῷ δόγματι. τίνα τοίνυν ἡ ἐπιγονὴ τῶν ζῴων ἔξει μοῖραν; ὗς μὲν γὰρ ὅσα τίκτει καὶ λαγὼς οὐδένα λανθάνει. πρόσθες δὲ καὶ τἄλλα ζῷα πάνθʼ ἀπλῶς. πόθεν οὖν τούτοις ἡ νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρο- μένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνου- σιν, ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τό τε θνή- σκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λιμοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν γὰρ καὶ ποτσμοὶ καὶ λίμιναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ πλήρης ἑρπετῶν παντοίων.

πόσοι δὲ πρὸς θεραπείαν ἐμποδισθήσονται ἀπεχόμενοι τῶν ζῴων; τοὺς γοῦν τῶν ὄψεων ἀποτυφλουμένους ἔστιν ἰδεῖν ἔχεως βρώσει τηρήσαντας ὅρασιν. Κρατεροῦ τοῦ ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμά- κοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευα- σθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγκολλη- θείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενε- χθέντα καὶ τῶν ζῴων ἕν ἕκαστον μέρος. ὅ δὴ πάντα παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα.

εἰ δέ, ὡς φασί, καὶ τὰ φυτὰ ψυχὴν ἔχει, ποῖος ἄν εἴη ὁ βίος, μήτε ζῴων μήτε φυτῶν ἡμῶν ἀποτεμνόντων; εἴπερ δὲ μὴ ἀσεβεῖ ὁ τὰ φυτὰ κατακόπτων, οὐδʼ ὁ τὰ ζῷα.

ἀλλʼ οὐ χρῆναι φήσει τις κτείνειν τὸ ὁμόφυλον, εἴ γε ὁμοούσιοι αἱ τῶν ζῴων ψυχαὶ ταῖς ἡμετέραις. ἀλλʼ εἰ

55
μὲν ἑκούσας τις εἰσκρίνεσθαι τὰς ψυχὰς δίδωσι, νεό- τητος ἐρώσας ἄν τις φαίη εἰσκρίνεσθαι [ἐν γὰρ ταύτῃ πάντων ἀπόλαυσις]. διὰ τί οὖν οὐκ εἰς ἀνθρώπου πάλιν εἰσεδύοντο φύσιν; εἰ δὲ ἑκούσας μὲν καὶ νεό- τητος ἔρωτι, διὰ δὲπαντὸς εἴδους ζῴων, κεχαρισμένον ἄν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἄν ἀπηλλαγμέναις αὐ- τῶν, ἔρως δʼ ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέ- σθαι, ὥσθʼ ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώ- πινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἂνθρωπον ἐπάνοδος, ὅς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώ- πων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἂλογα ζῷα, ἐφʼ ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους. εἰ δʼ εἰσὶν αἱμὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλό- γων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπἴνης φύσεως τοῦτο δρῶμεν.

εἰ δʼ ἀμύνομεν, οὐκ ἀδικοῦμεν, ἀλλʼ ἀδικοῦντα μετερχόμεθα. ὥστʼ εἰ μὲ νἀθάνατοι αἱ ψυ- χαί, κτείνοντες ὠφελοῦμεν· εἰ δὲ αἰ τῶν ἀλόγων θνη- ταί, κτείνοντες οὐδὲν ἀσεβὲς πράττομεν. εἰ δὲ καὶ ἀμύνομεν, πῶς οὐκ ἐν δίκῃ πράττομεν; ὄφιν μὲν οὖν καὶ σκορπίον, κἄν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδʼ ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώ- ποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ ἂν δικαίως κτείνοιμεν;

εἰ δʼ ἅπαξ ἀδικίαν τις ταύτην ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτʼ ἐρίῳ μήτε ὠοῖς, μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη

56
τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τρο- φὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατε- σκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα, ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθʼ ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβά- των, ὅ ἡμῖν κόσμος καὶ ἀλέα.

αὐτοῖς δὲ τοῖς θεοῖς εἰς εὐσέβειαν συντελοῦντες ζῷα θύομεν· καὶ αὐτῶν ὁ μὲν Ἀπόλλων λυκοκτόνος, ἡ δὲ Ἄρτεμις θηροκτόνος· ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύ- χων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν.

τὸ δὲ λέγειν ὅτι πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν πάντες ἄνθρωποι ἀλλήλους ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ. διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλληλο- φαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δʼ ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθε- σις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ συμβιώσαντας.

τοὐναντίον δὲ συμβήσεσθαι ὧν οὗτος ἐστοχάζετο. εἰ γὰρ ἀποστησόμεθα τῶν ἐμψύχων, οὐ μόνονπλούτου τοῦ τοιούτου καὶ ἡδονῆς ἀπολειψόμεθα, . ἀλλὰ καὶ τὰς ἀρούρας ἀπολοῦμεν φθειρομένας ὑπὸ τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ αὶ κτῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς

57
γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν γιγνομένης, ἀνάγκη πικρὰ καταλήψεται ἐπʼ ἀλλήλους τραπέσθαι.

καὶ μὴν καὶ οἱ θεοὶ συντάξεις τε πολλοῖς θεραπείας ἕνεκα δεδώκασιν τὰς ἐκ θηρίων, καὶ πλή- ρης γε ἡ ἱστορία, ὡς αὐτοὶ προσέταξάν τισι καὶ θύειν αὐτοῖς καὶ προσφέρεσθαι τῶν τυθέντων. ἐν δὲ τῇ καθόδῳ τῶν Ἡρακλειδῶν οἱ ἐπὶ τὴν Δακεδαίμονα στρατεύοντες μετʼ Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἔδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Διβύην ἐνέπεσε νέφος ἀκρίδων. ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχε. Βόγος ἦν βασι- λεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπʼ Ἀγρίπ- πα· οὗτος ἐπεχείρησε τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βω- μὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀν- θρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλιπε τὰ ἱερεῖα. ὁ. δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε. ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτʼ ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτʼ ἰδὼν ἅμʼ ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέ- πει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις, ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δʼ ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θʼ αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δʼ ἐστὶν ἐνδοξότερον τὸ γεγο-

58
νὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδά- του ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δʼ ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντι- κρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δʼ ὥρας αἰτούσης ἡ βοῦς ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν τὴν πύλην οἱ φύλακες, ἡ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖ- στα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.