Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymi summaria ratio geographiae in sphaera intelligendae

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

1. Τοῦ τεχνικοῦ Πτολεμαίου διεξιόντος, ὅσα τῇ γεωγραφίᾳ σοφωτέρως διέθετο, οὐχ ἁπλῶς, οὐδ᾿, ὡς ἄν τις εἴποι, ἐξ οἰκείας γνώμης ἢ δόξης, ἀλλὰ ταῖς τῶν παλαιοτέρων καὶ οὗτος ἐπακολουθῶν παραδόσεσι, καὶ τῶν μὶν τὰ δόξαντα ἀληθῆ εἶναι, ὡς καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλουσιν, ἐπιβεβαιῶν, τῶν δὲ τὰ τῇ αἰσθήσει ὡς ψεύδη ἀπελεληγμένα ἐπιστημονικῶς διορθούμενος· δεῖν προσεπενοήσαμεν καὶ αὐτοὶ τὴν τοῦ παντὸς ὡς ἐν βραχεῖ συνελεῖν πραγματείαν, ὡς ἂν ἐπὶ μνήμης ἔχῃς, ὦ φίλων ἄριστε, ὅσα καὶ διὰ ζώσης φωνῆς παῤ ἡμῶν ἀκήκοας.

2. Δέον τοίνυν εἰδέναι σε, ὡς ἡ οἰκουμένη πᾶσα πρὸς τὸ μέγεθος τῆς ὅλης γῆς ἀναλογιζομένη τὸ τέταρτον ταύτης εὑρίσκεται. Ἐπειδὴ γὰρ σφαιροειδῆ ταύτην παρελάβομεν εἶναι, καὶ περίμετρον ἔχειν μοιρῶν τξ, τὰς μὲν ρπ΄ κατὰ τὸ φαινόμενον μέρος τῆς γῆς ὑποθώμεθα, τὰς δ᾿ ἑτέρας ρπ τῷ μὴ φαινομένῳ δῶμεν. Τοῦτο δὲ ποιήσωμεν ἐπὶ τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι, βορείῳ λέγω καὶ νοτίῳ καὶ ἑσπερίῳ καὶ ἑῴῳ.

3. Εἶτα γραμμῇ διελόντες τὴν ὅλην οἰκουμένην ἀπὸ δύσεως μέχρι ἀνατολῶν, ἀφορίσωμεν τὸν βορρᾶν ἀπὸ τοῦ νότου. Καλοῖτο δ᾿ ἂν ἡ γραμμὴ ἰσημερινὸς, ὡς ἐπὶ ταύτῃ ἀεὶ ἰσημερίας γινομένης, καὶ ὡς, ἐπειδὰν ἰν ταύτῃ τὴν ἀνατολὴν ποιεῖται ὁ ἥλιος, ἰσημερίας κατὰ πᾶσαν γινομένης τὴν γῆν.

4. Ἔπειτα κύκλῳ δίχα τε καὶ πρὸς ὀρθὰς τῷ ἰσημερινῷ διελόντες τὴν οἰκουμένην, ἐκ τούτου τὸ δυσμικώτερον καὶ ἀνατολικώτερον τοῦ πόλου νοήσωμεν. Λέγοιτο δʼ ἂν ἡ γραμμή αὕτη μεσημβρινὸς, ἐπειδὴ ἐν ταύτῃ γινόμενος καθ᾿ ἐκάστην ὁ ἥλιος τὴν μεσημβρίαν ἀποτελεῖ. Ἀμφότερα δέ μοι δοκεῖ καλὸν ὑποτυπῶσαι σχήμασιν, ὡς ἂν εὐληπτότερά σοι γένοιντο.