De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Τούτων δὲ ἀποστάς, ὡς φῄς, βούλει σοι δηλωθῆναι, τί τὸ πρῶτον αἴτιον ἡγουνται εἶναι Αἰγύπτιοι, πότερον νοῦν ἢ ὑπὲρ νοῦν, καὶ μόνον ἢ μετ’ ἄλλου ἢ ἄλλων, καὶ πότερον ἀσώματον ἢ σωματικόν, καὶ εἰ τῷ δημιουργῷ τὰ αὐτὰ ἢ πρὸ τοῦ δημιουργοῦ, καὶ εἰ ἐξ ἑνὸς τὰ πάντα ἢ ἐκ πολλῶν, καὶ εἰ ὕλην ἴσασιν ἢ σωματοποιὰ πρῶτα, καὶ ἀγέννητον ὕλην ἢ γεννητήν;

Ἐγὼ δή σοι πρῶτον ἐρῶ τὴν αἰτίαν, δι’ ἣν ἔν τε γράμμασι τῶν ἀρχαίων ἱερογραμματέων πολλαὶ καὶ ποικίλαι δόξαι περὶ τούτων φέρονται, καὶ παρὰ τοῖς ἔτι ζῶσι τῶν σοφῶν τὰ μεγάλα οὐχ ἁπλῶς ὁ λόγος παραδίδοται. λέγω δὴ οὖν ὡς πολλῶν οὐσιῶν ὑπαρχουσῶν καὶ τούτων διαφερουσῶν πάμπληθες, πολλαὶ παρεδόθησαν αὐτῶν καὶ ἀρχαὶ διαφόρους ἔχουσαι τάξεις, ἄλλαι παρ’ ἄλλοις τῶν παλαιῶν ἱερέων· τὰς μὲν οὖν ὅλας Ἑρμῆς ἐν ταῖς δισ

μυρίαις βίβλοις, ὡς Σέλευκος ἀπεγράψατο, ἢ ταῖς τρισμυρίαις τε καὶ ἑξακισχιλίαις καὶ πεντακοσίαις καὶ εἴκοσι πέντε, ὡς Μανεθὼς ἱστορεῖ, τελέως ἀνέδειξε. τὰς δ’ ἐπὶ τῶν κατὰ μέρος οὐσιῶν ἄλλοι ἄλλας διαβάλλοντες τῶν παλαιῶν πολλαχοῦ διερμηνεύουσι. δεῖ δὲ τἀληθὲς περὶ πασῶν ἀνευρεθῆναι, συντόμως τε αὐτό σοι κατὰ τὸ δυνατὸν διερμηνεῦσαι. καὶ πρῶτον μὲν ὃ πρῶτον ἠρώτησας περὶ τούτου ἄκουε.

Πρὸ τῶν ὄντως ὄντων καὶ τῶν ὅλων ἀρχῶν ἐστὶ θεὸς εἷς, πρότερος καὶ τοῦ πρώτου θεοῦ καὶ βασιλέως, ἀκίνητος ἐν μονότητι τῆς ἑαυτοῦ ἑνότητος μένων. οὔτε γὰρ νοητὸν αὐτῷ ἐπιπλέκεται οὔτε ἄλλο τι· παράδειγμα δὲ ἵδρυται τοῦ αὐτοπάτορος αὐτογόνου καὶ μονοπάτορος θεοῦ τοῦ ὄντως ἀγαθοῦ. μεῖζον γάρ τι καὶ πρῶτον καὶ

πηγὴ τῶν πάντων καὶ πυθμὴν τῶν νοουμένων πρώτων ἰδεῶν ὄντων· ἀπὸ δὲ τοῦ ἑνὸς τούτου ὁ αὐτάρκης θεὸς ἑαυτὸν ἐξέλαμψε, διὸ καὶ αὐτοπάτωρ καὶ αὐτάρκης. ἀρχὴ γὰρ οὗτος καὶ θεὸς θεῶν, μονὰς ἐκ τοῦ ἑνός, προούσιος καὶ ἀρχὴ τῆς οὐσίας. ἀπ’ αὐτοῦ γὰρ ἡ οὐσιότης καὶ ἡ οὐσία, διὸ καὶ οὐσιοπάτωρ καλεῖται· αὐτὸς γὰρ τὸ προόντως ὄν ἐστι, τῶν νοητῶν ἀρχή, διὸ καὶ νοητάρχης προσαγορεύεται· αὗται μὲν οὖν εἰσὶν ἀρχαὶ πρεσβύταται πάντων, ἃς Ἑρμῆς πρὸ τῶν αἰθερίων καὶ ἐμπυρίων θεῶν προτάττει καὶ τῶν ἐπουρανίων· ἑκατὸν μὲν περὶ τῆς ἱστορίας τῶν ἐμπυρίων καὶ ἰσάριθμα τούτοις περὶ τῶν αἰθερίων συγγράμματα παραδούς, χίλια δὲ περὶ τῶν ἐπουρανίων.

Κατ’ ἄλλην δὲ τάξιν προτάττει θεὸν τὸν Ἠμὴφ τῶν

ἐπουρανίων θεῶν ἡγούμενον, ὅν φησι νοῦν εἶναι αὐτὸν ἑαυτὸν νοοῦντα καὶ τὰς νοήσεις εἰς ἑαυτὸν ἐπιστρέφοντα· τούτου δὲ τὸ ἓν ἀμερὲς· καὶ ὅ φησι πρῶτον μαίευμα προτάττει, ὃν καὶ Εἰκτὼν ἐπονομάζει· ἐν ᾧ δὴ τὸ πρῶτόν ἐστι νοοῦν καὶ τὸ πρῶτον νοητόν, ὃ δὴ καὶ διὰ σιγῆς μόνης θεραπεύεται. ἐπὶ δὲ τούτοις τῶν ἐμφανῶν δημιουργίας ἄλλοι προεστήκασιν ἡγεμόνες. ὁ γὰρ δημιουργικὸς νοῦς καὶ τῆς ἀληθείας προστάτης καὶ σοφίας, ἐρχόμενος μὲν ἐπὶ γένεσιν, καὶ τὴν ἀφανῆ τῶν κεκρυμμένων λόγων δύναμιν εἰς φῶς ἄγων, Ἀμοῦν κατὰ τὴν τῶν Αἰγυπτίων γλῶσσαν λέγεται, συντελῶν δὲ ἀψευδῶς ἕκαστα καὶ τεχνικῶς μετ’ ἀληθείας Φθά (Ἕλληνες δὲ εἰς Ἥφαι
στον μεταλαμβάνουσι τὸν Φθὰ τῷ τεχνικῷ μόνον προσβάλλοντες), ἀγαθῶν δὲ ποιητικὸς ὢν Ὄσιρις κέκληται, καὶ ἄλλας δι’ ἄλλας δυνάμεις τε καὶ ἐνεργείας ἐπωνυμίας ἔχει.

Ἔστι δὴ οὖν καὶ ἄλλη τις ἡγεμονία παρ’ αὐτοῖς τῶν περὶ γένεσιν ὅλων στοιχείων καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, τεττάρων μὲν ἀρσενικῶν τεττάρων δὲ θηλυκῶν, ἥντινα ἀπονέμουσιν ἡλίῳ· καὶ ἄλλη τῆς φύσεως ὅλης τῆς περὶ γένεσιν ἀρχή, ἥντινα σελήνῃ διδόασι. κατὰ μέρη τε διαλαμβάνοντες τὸν οὐρανὸν εἰς δύο μοίρας ἢ τέτταρας ἢ δώδεκα ἢ ἐξ καὶ τριάκοντα ἢ διπλασίας τούτων ἢ ἄλλως ὁπωσοῦν αὐτὰς διαιροῦντες, ἡγεμονίας καὶ τούτων προτάττουσι πλείονας ἢ ἐλάττονας, πᾶσι δὲ αὐτὸν ὑπερέχοντα αὐτῶν ἕνα προτιθέασι. καὶ οὕτως ἄνωθεν ἄχρι

τῶν τελευταίων ἡ περὶ τῶν ἀρχῶν Αἰγυπτίοις πραγματεία ἀφ’ ἑνὸς ἄρχεται, καὶ πρόεισιν εἰς πλῆθος τῶν πολλῶν αὖθις ὑφ’ ἑνὸς διακυβερνωμένων, καὶ πανταχοῦ τῆς ἀορίστου φύσεως ἐπικρατουμένης ὑπό τινος ὡρισμένου μέτρου καὶ τῆς ἀνωτάτω ἑνιαίας πάντων αἰτίας. ὕλην δὲ παρήγαγεν ὁ θεὸς ἀπὸ τῆς οὐσιότητος ὑποσχισθείσης ὑλότητος, ἣν παραλαβὼν ὁ δημιουργὸς ζωτικὴν οὖσαν τὰς ἁπλᾶς καὶ ἀπαθεῖς σφαίρας ἀπ’ αὐτῆς ἐδημιούργησε, τὸ δὲ ἔσχατον αὐτῆς εἰς τὰ γεννητὰ καὶ φθαρτὰ σώματα διεκόσμησε.

Διευκρινηθέντων δὴ οὖν τούτων οὕτως, καὶ τῶν ἐν τοῖς συγγράμμασιν, οἷς λέγεις περιτετυχηκέναι, σαφής ἐστιν ἡ διάλυσις· τὰ μὲν γὰρ φερόμενα ὡς Ἑρμοῦ Ἑρμαϊκὰς περιέχει δόξας, εἰ καὶ τῇ τῶν φιλοσόφων γλώττῃ πολλάκις χρῆται· μεταγέγραπται γὰρ ἀπὸ τῆς Αἰγυπτίας γλώττης ὑπ’ ἀνδρῶν φιλοσοφίας οὐκ ἀπείρως ἐχόντων. Χαιρήμων

δὲ καὶ εἴ τινες ἄλλοι τῶν περὶ τὸν κόσμον ἅπτονται πρώτων αἰτίων, τὰς τελευταίας ἀρχὰς ἐξηγοῦνται· ὅσοι τε τοὺς πλανήτας καὶ τὸν ζωδιακὸν τούς τε δεκανοὺς καὶ ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς καὶ ἡγεμόνας παραδιδόασιν, τὰς μεριστὰς τῶν ἀρχῶν διανομὰς ἀναφαίνουσι. τά τε ἐν τοῖς Σαλμεσχινιακοῖς μέρος τι βραχύτατον περιέχει τῶν Ἑρμαϊκῶν διατάξεων· καὶ τὰ περὶ ἀστέρων ἢ φάσεων ἢ κρύψεων, ἢ σελήνης αὐξήσεων ἢ μειώσεων ἐν τοῖς ἐσχάτοις εἶχε τὴν παρ’ Αἰγυπτίοις αἰτιολογίαν. φυσικά τε οὐ λέγουσιν εἶναι πάντα Αἰγύπτιοι, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς ζωὴν καὶ τὴν νοερὰν ἀπὸ τῆς φύσεως διακρίνουσιν οὐκ ἐπὶ τοῦ παντὸς μόνον ἀλλὰ καὶ
ἐφ’ ἡμῶν· νοῦν τε καὶ λόγον προστησάμενοι καθ’ ἑαυτοὺς ὄντας, οὕτως δημιουργεῖσθαί φασι τὰ γιγνόμενα· προπάτορά τε τῶν ἐν γενέσει δημιουργὸν προτάττουσι, καὶ τὴν πρὸ τοῦ οὐρανοῦ καὶ τὴν ἐν τῷ οὐρανῷ ζωτικὴν δύναμιν γιγνώσκουσι· καθαρόν τε νοῦν ὑπὲρ τὸν κόσμον προτιθέασι, καὶ ἕνα ἀμέριστον ἐν ὅλῳ τῷ κόσμῳ, καὶ διῃρημένον ἐπὶ πάσας τὰς σφαίρας ἕτερον. καὶ ταῦτα οὐδὲ λόγῳ ψιλῷ θεωροῦσιν, ἀλλὰ καὶ διὰ τῆς ἱερατικῆς θεουργίας ἀναβαίνειν ἐπὶ τὰ ὑψηλότερα καὶ καθολικώτερα καὶ τῆς εἱμαρμένης ὑπερκείμενα παραγγέλλουσι πρὸς τὸν θεὸν καὶ δημιουργόν, μήτε ὕλην προσποιουμένους μήτε ἄλλο τι προσπαραλαμβάνοντας ἢ μόνον καιροῦ παρατήρησιν.