De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Δεῖ δὲ ἡγεῖσθαι, ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ’ ἑαυτῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρογιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἐστὶ μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντη διεστηκὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων, ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ’ ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς παραδέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πάθους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις· αὐτὸ γὰρ μάλιστα

τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντη καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευτέον ὡς ἔχοντι παρ’ ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκμήριον τῆς ἀληθείας. τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύτης μαντείας ἡμῖν εἰρήσθω.

Φέρε δὴ οὖν καὶ περὶ ἄλλου γένους ἀποριῶν ἀποκεκρυμμένην ἔχοντος τὴν αἰτίαν ποιησώμεθα λόγον· ὅπερ ἔχει μέν, ὡς καὶ σὺ αὐτὸς λέγεις βιαστικὰς ἀπειλάς, μερίζεται δὲ περὶ τὸ πλῆθος τῶν ἀπειλῶν πολυμερῶς· ἢ γὰρ τὸν οὐρανὸν προσαράξειν ἢ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖν, ἢ τὸ ἐν ἀβύσσῳ ἀπόρρητον δείξειν ἢ στήσειν

τὴν βάριν, ἢ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσειν τῷ Τυφῶνι ἢ ἄλλο τι τοιοῦτον ἀπειλεῖ ποιήσειν. τοῦτο δὴ πᾶν τὸ εἶδος τῶν λόγων οὐχ, ὡς σὺ νομίζεις, πρὸς ἥλιον ἢ σελήνην ἤ τινα τῶν κατ’ οὐρανὸν ἐπανατείνονται οἱ ἄνθρωποι (ἔτι γὰρ ἂν συνέβη δεινότερα ἄτοπα ὧν σὺ σχετλιάζεις), ἀλλ’ ὅπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ἐπί τι γένος δυνάμεων ἐν τῷ κόσμῳ μεριστῶν ἄκριτον ἀλόγιστον, ὃ δέχεται μέν ἀπ’ ἄλλου λόγον καὶ κατακούει, οἰκείᾳ δὲ συνέσει οὔτε χρῆται οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος ἢ δυνατὸν ἢ ἀδύνατον διακρίνει. τὸ δὲ τοιοῦτο ἀθρόως ἐπανατεινομένων τῶν ἀπειλῶν συγκινεῖται καὶ ἐκπλήττεται, ὡς ἂν οἶμαι πεφυκὸς αὐτό τε ἄγεσθαι ταῖς ἐμφάσεσι, καὶ τὰ ἄλλα ψυχαγωγεῖν διὰ τῆς ἐμπλήκτου καὶ ἀσταθμήτου φαντασίας.

Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων οὐκέτι ὡς ἄνθρωπος οὐδ’ ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ’ ὡς ἐν τῇ τῶν θεῶν τάξει προϋπάρχων

μείζοσι τῆς καθ’ ἑαυτὸν οὐσίας ἐπανατάσεσι χρῆται, οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζεται, ἀλλ’ ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἦν παρέσχεν αὐτῷ τῶν ἀπορρήτων συμβόλων ἡ γνῶσις. δύναται δέ τις. καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. ταύτην τοίνυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμένον.

Ἡ καὶ οὕτως ἄν τις ἀποδοίη τὸν ἀπολογισμόν· τῶν ἀπορρήτων μυστηρίων οἱ δαίμονες ἐπιτροπεύουσι τὴν φυλακήν, οὕτω δή τοι διαφερόντως, ὡς ἐνταῦθα πρώτως

συνεχομένης τῆς ἐν τῷ παντὶ διακοσμήσεως. διὰ τοῦτο γὰρ μένει μὲν ἐν τάξει τὰ τοῦ παντὸς μόρια, διότι ἡ ἀγαθοποιὸς τοῦ Ὀσίριδος δύναμις ἁγνὴ καὶ ἄχραντος μένει, καὶ οὐ συμμίγνυται πρὸς τὴν ἐναντίαν πλημμέλειαν καὶ ταραχήν, μένει δὲ καὶ ἡ τῶν ὅλων ζωὴ καθαρὰ καὶ ἀδιάφθορος, ἐπειδὴ τὰ ἀπόκρυφα ζωογόνα τῶν λόγων κάλλη τῆς Ἴσιδος οὐ κάτεισιν εἰς τὸ φαινόμενον καὶ ὁρώμενον σῶμα. ἀκίνητα δὲ διατελεῖ πάντα καὶ ἀειγενῆ, διότι οὐδέποτε ἵσταται ὁ τοῦ ἡλίου δρόμος· τέλεια δὲ καὶ ὁλόκληρα διαμένει πάντα, ἐπειδὴ τὰ ἐν Ἀβύδῳ ἀπόρρητα οὐδέποτε ἀποκαλύπτεται· οἷς οὖν ἔχει τὴν σωτηρίαν τὰ ὅλα (λέγω δὲ ἐν τῷ τὰ ἀπόρρητα κεκρυμμένα ἀεὶ διατηρεῖσθαι καὶ ἐν τῷ τὴν ἄφθεγκτον τῶν θεῶν οὐσίαν μηδέποτε τῆς ἐναντίας μεταλαμβάνειν μοίρας), τοῦτο οὐδ’ ἄχρι φωνῆς ἀνεκτόν ἐστι τοῖς περιγείοις δαίμοσιν ἐπακούειν ὡς ἄλλως ἔχον ἢ βέβηλον γιγνόμενον, καὶ διὰ
τοῦτο ἔχει δύναμίν τινα πρὸς αὐτοὺς ὁ τοιοῦτος τρόπος τῶν λόγων· θεοῖς δὲ οὐδεὶς ἀπειλεῖ, οὐδ’ ἐστί τις τοιοῦτος τρόπος εὐχῆς πρὸς αὐτοὺς γιγνόμενος. διόπερ παρὰ Χαλδαίοις, παρ’ οἷς διακέκριται καθαρὸς ὁ πρὸς μόνους τοὺς θεοὺς λόγος, οὐδαμοῦ ἀπειλὴ λέγεται· Αἰγύπτιοι δὲ συμμιγνύοντες ἅμα μετὰ τῶν θείων συνθημάτων καὶ τοὺς δαιμονίους λόγους, χρῶνται ἔστιν ὅτε καὶ ταῖς ἀπειλαῖς. ἔχεις δὴ καὶ τὴν περὶ τούτων ἀπόκρισιν συντόμως μέν, μετρίως δ’ ἐγᾦμαι ἀποκεκαθαρμένην.