De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Τὸ δὲ μέγιστον ὁρᾶται τῷ θεαγωγοῦντι τὸ κατιὸν πνεῦμα καὶ εἰσκρινόμενον, ὅσον τέ ἐστι καὶ ὁποῖον· μυστικῶς τε πείθεται καὶ διακυβερνᾶται. ὁρᾶται δὲ καὶ τῷ δεχομένῳ τὸ τοῦ πυρὸς εἶδος πρὸ τοῦ δέχεσθαι· ἐνίοτε δὲ καὶ τοῖς θεωροῦσι πᾶσιν ἔκδηλον γίνεται, εἴτε κατιόντος ἢ ἀναχωροῦντος τοῦ θεοῦ· ἀφ’ οὗ δὴ καὶ τὸ ἀληθέστατον αὐτοῦ καὶ δυνατώτατον καὶ μάλιστα τεταγμένον περὶ τίνων τε πέφυκεν ἀληθεύειν καὶ τίνα δύναμιν παρέχειν ἢ ἐπιτελεῖν τοῖς ἐπιστήμοσι, γνώριμον γίνεται. οἱ
δὲ ἄνευ τῶν μακαρίων τούτων θεαμάτων ἀφανῶς ποιούμενοι τὰς ἀγωγὰς τῶν πνευμάτων ὥσπερ ἐν σκότῳ ἀφάσσουσι, καὶ οὐδὲν ἴσασιν ὧν ποιοῦσι, πλὴν πάνυ μικρῶν τῶν διὰ τοῦ σώματος φαινομένων σημείων τοῦ ἐνθουσιῶντος καὶ τῶν ἄλλων τῶν ἐναργῶς ὁρωμένων, τὰ ὅλα τῆς θείας ἐπιπνοίας ἐν ἀφανεῖ κεκρυμμένα ἀγνοοῦντες. ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ γὰρ παρουσία τοῦ τῶν θεῶν πυρὸς καὶ φωτός τι εἶδος ἄρρητον ἔξωθεν ἐπιβαίνει τῷ κατεχομένῳ, πληροῖ τε αὐτὸν ὅλον ἐπικρατεῖ, καὶ κύκλῳ τε πανταχόθεν ἐν ἑαυτῷ συνείληφεν, ὡς μηδεμίαν οἰκείαν ἐνέργειαν δύνασθαι διαπράττεσθαι, τίς ἂν αἴσθησις ἢ παρακολούθησις ἢ ἐπιβολὴ οἰκεία παραγένοιτο τῷ καταδεχομένῳ τὸ θεῖον πῦρ; ἢ τί ἂν τότε ἀνθρώπινον κίνημα παρεμπέσοι, ἢ ποία καταδοχὴ γένοιτ’ ἂν ἀνθρωπίνη πάθους ἢ ἐκστάσεως ἢ παρατροπῆς φαντασιῶν ἢ ἄλλου τινὸς τοιούτου, ὁποῖον ὑπολαμβάνουσιν οἱ πολλοί; τοιαῦτα δὴ οὖν ἔστω καὶ τὰ θεῖα τεκμήρια τῆς ἀληθινῆς ἐνθουσιάσεως, οἷς ἄν τις προσέχων οὐκ ἂν διαμάρτοι τῆς ὀρθῆς περὶ αὐτὴν ἐπιγνώσεως. Οὐ μὴν ἐξαρκεῖ γε ταῦτα μόνα μαθεῖν, οὐδ’ ἄν τις γένοιτο τέλειος εἰς τὴν θείαν ἐπιστήμην ταῦτα μόνα εἰδώς. ἀλλὰ χρὴ γνῶναι καὶ τίς ὁ ἐνθουσιασμός ἐστι καὶ ὅπως γίνεται. φορὰ μὲν οὖν τῆς διανοίας μετὰ δαιμονίας ἐπιπνοίας ψευδῶς δοξάζεται. οὔτε γὰρ ἡ διάνοια ἡ ἀνθρωπίνη φέρεται, εἴ γε ὄντως κατέχεται, οὔτε δαιμόνων, θεῶν δὲ γίνεται ἐπίπνοια. ἀλλ’ οὐδ’ ἔκστασις ἁπλῶς οὕτως ἐστίν, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀναγωγὴ καὶ μετάστασις, ἡ δὲ παραφορὰ καὶ ἔκστασις ἐμφαίνει καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀνατροπήν. ἔτι τοίνυν ὁ τοῦτο ἀποφαινόμενος λέγει μέντοι περὶ τῶν συμβεβηκότων περὶ τοὺς ἐνθουσιῶντας, οὐ μέντοι τὸ προηγούμενον ἀναδιδάσκει. ἔστι δὲ τοῦτο τὸ κατέχεσθαι ὅλους αὐτοὺς ὑπὸ τοῦ θείου, ᾧ ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἐξίστασθαι. ψυχῆς μὲν οὖν καί τινος τῶν ἐν αὐτῇ δυνάμεων, ἢ νοῦ ἢ ἐνεργειῶν, ἢ μετὰ σωμα τικῆς ἀσθενείας ἢ ἄνευ ταύτης οὐκ ἄν τις ὑπολάβοι δικαίως τὸν ἐνθουσιασμὸν εἶναι, οὐδ’ ἂν οὕτω γίγνεσθαι εἰκότως ἂν ὑπόθοιτο· οὔτε γὰρ ἀνθρώπινόν ἐστι τὸ τῆς θεοφορίας ἔργον, οὔτε ἀνθρωπίνοις μορίοις ἢ ἐνεργήμασι τὸ πᾶν ἔχει κῦρος· ἀλλὰ ταῦτα μὲν ἄλλως ὑπόκειται, καὶ χρῆται αὐτοῖς ὁ θεὸς ὡς ὀργάνοις· τὸ δὲ πᾶν ἔργον τῆς μαντείας δι’ αὐτοῦ πληροῖ, καὶ ἀμιγῶς ἀπὸ τῶν ἄλλων ἀφειμένος οὔτε ψυχῆς κινουμένης οὐδ’ ὁτιοῦν οὔτε σώματος ἐνεργεῖ καθ’ αὑτόν. ὅθεν δὴ καὶ ἀψευδῆ γίνονται τὰ μαντεῖα τὰ οὕτως ὡς λέγω κατορθούμενα. ἐπειδὰν δ’ ἡ ψυχὴ προκαταταραχθῇ, ἢ μεταξὺ κινῆται ἢ τῷ σώματι παρεμπίπτῃ καὶ τὴν θείαν ἁρμονίαν ἐπιταράττῃ, θορυβώδη γίνονται καὶ ψευδῆ τὰ μαντεῖα, καὶ ὁ ἐνθουσιασμὸς οὐκέτι ἀληθὴς ὑπάρχει οὐδὲ γνησίως θεῖος.Εἰ μὲν οὖν ἀπόλυσις τοῦ θείου ἀπὸ τῆς ἄλλης ψυχῆς ἢ χωρισμὸς τοῦ νοῦ ἤ τις ἐπίτευξις ᾖ ἡ ἀληθὴς μαντεία, ἢ σφοδρότης καὶ ἐπίτασις ἐνεργείας ἢ πάθους ἢ
ὀξύτης καὶ φορὰ τῆς διανοίας ἢ τὸ διαθερμαίνεσθαι τὸν νοῦν, πάντα ἂν τὰ τοιαῦτα ἀπὸ τῆς ἡμετέρας ψυχῆς ἀνακινούμενα, ψυχῆς ἄν τις τὸν ἐνθουσιασμὸν εἶναι εὐλόγως ὑποτίθοιτο. εἰ δὲ τὸ σῶμα κατὰ τὰς ποιὰς κράσεις ἤτοι μελαγχολικὰς ἢ ὁποιασοῦν, ἢ καὶ ἰδίως ἔτι μᾶλλον κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν ἢ τὸ ποιόν τι τούτων εἶδος, ἢ τὴν ἐν λόγῳ τούτων μῖξιν ἢ κρᾶσιν ἢ τὸ πνεῦμα ἢ τὸ μᾶλλον ἢ τὸ ἧττον τούτων, αἴτιον καθίσταται τῆς ἐνθουσιαστικῆς ἐκστάσεως, σωματικὸν ἂν εἴη τὸ τῆς παρατροπῆς πάθος, καὶ ἀπὸ τῶν φυσικῶν κινήσεων ἐγειρόμενον· εἰ δ’ ἐξ ἀμφοῖν ἡ ἀρχὴ σώματός τε καὶ ψυχῆς ἀνεγείρεται, καθὸ συμπέπηκται ταῦτα ἀλλήλοις, κοινὸν ἔσται τοῦ ζώου τὸ τοιόνδε κίνημα· ἀλλ’ οὔτε σώματος οὔτε ψυχῆς οὔτε τοῦ συναμφοτέρου τὸ ἐνθουσιᾶν ἐστὶν ἔργον· οὐδὲ γὰρ ἔχει τινὰ ταῦτα ἐν ἑαυτοῖς αἰτίαν τῆς θείας παραλλάξεως, οὐδὲ πέφυκεν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα ἀπογεννᾶσθαι.Ἀλλὰ δεῖ ζητεῖν τὰ τῆς θείας μανίας αἴτια· ταῦτα δέ ἐστι τὰ καθήκοντα ἀπὸ τῶν θεῶν φῶτα καὶ τὰ ἐνδιδόμενα πνεύματα ἀπ’ αὐτῶν καὶ ἡ ἀπ’ αὐτῶν παροῦσα παντελὴς ἐπικράτεια, περιέχουσα μὲν πάντα τὰ ἐν ἡμῖν, ἐξορίζουσα δὲ πάντη τὴν οἰκείαν ἡμῶν παρακολούθησιν καὶ κίνησιν, καὶ λόγους μὲν προϊεμένη οὐ μετὰ διανοίας δὲ τῶν λεγόντων, ἀλλὰ μαινομένῳ φασὶ στόματι φθεγγομένων αὐτοὺς καὶ ὑπηρετούντων ὅλων καὶ παραχωρούντων μόνῃ τῇ τοῦ κρατοῦντος ἐνεργείᾳ. τοιοῦτός τίς ἐστιν ὁ σύμπας ἐνθουσιασμὸς καὶ ἀπὸ τοιούτων αἰτίων ἀποτελούμενος, ὡς ἐν τύπῳ καὶ μὴ δι’ ἀκριβείας περὶ αὐτοῦ εἰρῆσθαι.
Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρίζοντες· δεῖ
δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίνονται, ἐπιτελούμενα τε τίνα ἔχει λόγον.Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μουσικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δὲ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται.
Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε
αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάστων τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ παντὶ κινήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμονίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς Θεοὺς οἰκειότητας. παρουσία τε αὐτῶν γίνεται (οὐδὲ γάρ ἐστί τι τὸ διεῖργον), ὥστε μετέχειν αὐτῶν εὐθὺς τὸ τὴν τυχοῦσαν ἔχον πρὸς αὐτοὺς ὁμοιότητα, κατοχή τε συνίσταται εὐθὺς τελεία καὶ πλήρωσις τῆς κρείττονος οὐσίας καὶ δυνάμεως. οὐχ ὅτι τὸ σῶμα καὶ ἡ ψυχὴ ἀλλήλοις ἔστι συμπαθῆ καὶ συμπάσχει τοῖς μέλεσιν, ἀλλ’ ἐπεὶ τῆς θείας ἁρμονίας ἡ τῶν θεῶν ἐπίπνοια οὐκ ἀφέστηκεν, οἰκειωθεῖσα δὲ πρὸς αὐτὴν καταρχὰς μετέχεται ὑπ’ αὐτῆς ἐν μέτροις τοῖς προσήκουσιν· ἔχει δὲ καὶ τὸ ἀνεγείρεσθαι καὶ τὸ ἀποπαύεσθαι κατὰ τὴν τῶν θεῶν τάξιν ἑκάτερον. ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δὲ αὐτοῦ συνίσταται ἡ πᾶσα ἄνωθεν ἀρχὴ καὶ καταβολή.Ἀλλ’ οὐδὲ τοῦτο δεῖ λέγειν, ὡς ἡ ψυχὴ πρώτως ὑφέστηκεν ἐξ ἁρμονίας καὶ ῥυθμοῦ· ἔστι γὰρ οὕτω ψυχῆς μόνης οἰκεῖος ὁ ἐνθουσιασμός· βέλτιον οὖν καὶ τὴν τοιαύτην ἀπόφασιν ἐκεῖσε μετάγειν, ὅτι δὴ ἡ ψυχὴ πρὶν καὶ τῷ σώματι δοῦναι ἑαυτήν, τῆς θείας ἁρμονίας κατήκουεν· οὐκοῦν καὶ ἐπειδὰν εἰς σῶμα ἀφίκηται, ὅσα ἂν μέλη τοιαῦτα ἀκούσῃ οἷα μάλιστα διασώζῃ τὸ θεῖον ἴχνος τῆς ἁρμονίας, ἀσπάζεται ταῦτα καὶ ἀναμιμνήσκεται ἀπ’ αὐτῶν τῆς θείας ἁρμονίας, καὶ πρὸς αὐτὴν φέρεται καὶ οἰκειοῦται, μεταλαμβάνει τε αὐτῆς ὅσον οἷόν τε αὐτῆς μετέχειν.
Κοινῶς μὲν οὖν οὕτως ἄν τις ἀποδοίη τὴν αἰτίαν τῆς θείας μαντείας·
τοὺς δὲ ἰδίους περὶ αὐτῆς ἀπολογισμοὺς προσάγωμεν, οὐ τοῦτο λέγοντες, ὅτι ἡ φύσις ἕκαστον ἄγει πρὸς τὸ οἰκεῖον· οὐδὲ γάρ ἐστι φύσεως ἔργον
τὸ ἐνθουσιᾶν· οὐδ’ ὅτι ἡ τοῦ ἀέρος καὶ τοῦ περιέχοντος κρᾶσις διάφορον ἐμποιεῖ καὶ τὴν ἐν τῷ σώματι κρᾶσιν τῶν ἐνθουσιώντων· οὐδὲ γὰρ σωματικαῖς δυνάμεσιν ἢ κράσεσι τὰ τῶν θεῶν ἔργα τῆς ἐπιπνοίας ἐναλλάττεται· οὐδ’ ὅτι πρὸς τὰ πάθη καὶ τὰ γιγνόμενα προσφόρως καὶ τὴν τοῦ θεοῦ ἐπεφήμισαν ἐπίπνοιαν· ἀπαθὴς γὰρ καὶ κρείττων πάσης γενέσεως ἡ δόσις τῶν θεῶν εἰς ἀνθρώπους ἐστὶ τῆς οἰκείας ἐνεργείας. ἀλλ’ ἐπεὶ τῶν μὲν Κορυβάντων φρουρητική πώς ἐστιν ἡ δύναμις καὶ ἐπιτελεστική, τοῦ Σαβαζίου δὲ εἰς βακχείας καὶ ἀποκαθάρσεις ψυχῶν καὶ λύσεις παλαιῶν μηνιμάτων οἰκειότητα παρεσκεύασται, διὰ ταῦτα δὴ καὶ αἱ ἐπίπνοιαι αὐτῶν τῷ παντὶ διεστήκασι.Τῆς δὲ μητρὸς τῶν θεῶν σὺ μὲν ἔοικας ἄρρενας εἶναι νομίζειν τοὺς κατόχους· οὕτω γὰρ αὐτοὺς καὶ προσηγόρευσας τοὺς μητρίζοντας· οὐ μὴν τό γε ἀληθὲς οὕτως ἔχει· γυναῖκες γάρ εἰσιν αἱ προηγουμένως μητρίζουσαι, ἀρρένων δὲ ὀλιγοστοὶ καὶ ὅσοι ἂν ὦσιν ἁπαλώτεροι. δύ
ναμιν δ’ ἔχει καὶ οὗτος ὁ ἐνθουσιασμὸς ζωογόνον τε καὶ ἀποπληρωματικήν, καθὸ δὴ καὶ διαφερόντως τῆς ἄλλης μανίας πάσης διενήνοχεν.Οὕτω δὴ οὖν καθ’ ὁδὸν ἰόντες τὴν ἑξῆς τοῦ παρόντος λόγου καὶ τὰς τῶν Νυμφῶν ἢ Πανὸς ἐπιπνοίας καὶ τὰς ἄλλας αὐτῶν διαφορὰς κατὰ τὰς τῶν θεῶν δυνάμεις οἰκείως διακρίνοντες, διαστήσομεν κατὰ τὰς προσηκούσας αὐτῶν ἰδιότητας ἐξηγησόμεθά τε διὰ τί ἐκπηδῶσι καὶ ἐν ὄρεσι διατρίβουσι καὶ διὰ τί δεδεμένοι φαίνονταί τινες καὶ διὰ τί διὰ θυσιῶν θεραπεύονται· πάντα τε ταῦτα τοῖς θείοις αἰτίοις ἀποδώσομεν ὡς ἔχουσιν ἐν ἑαυτοῖς τὸ πᾶν κῦρος· ἀλλ’ οὔτε σωματικά τινα ἢ τῆς ψυχῆς περιττώματα συναθροιζόμενα δεῖσθαι τοῦ ἀποκαθαίρεσθαι ἐροῦμεν, οὔτε ὡρῶν περιόδους αἰτίας εἶναι τῶν τοιούτων παθημάτων, οὔτε τὴν τοῦ ὁμοίου καταδοχὴν καὶ τὴν τοῦ ἐναντίου ἀφαίρεσιν ἰατρείαν τινὰ φέρειν τῆς τοιαύτης ὑπερβολῆς φήσομεν· τὰ γὰρ τοιαῦτα πάντα σωματοειδῆ
καθέστηκε, ζωῆς δὲ θείας καὶ νοερᾶς πάντῃ κεχώρισται. ἕκαστον δὲ ᾗ πέφυκε ταύτῃ συμβαίνει καὶ τὰ περὶ αὐτὸ ἐνεργήματα τελεῖσθαι· ὥστε καὶ τὰ ἀπὸ τῶν θεῶν ἐγείροντα καὶ ἀναβακχεύοντα τοὺς ἀνθρώπους πνεύματα ἐκβέβληκεν ἄλλην πᾶσαν ἀνθρωπίνην καὶ φυσικὴν κίνησιν, καὶ οὐ δεῖ δὴ τὸν τρόπον αὐτῶν ἀφομοιοῦν ταῖς συνήθως γιγνομέναις ἐνεργείαις, ἐπὶ δὲ τὰ παντελῶς παραλλάττοντα καὶ πρωτουργὰ τῶν θεῶν αἴτια αὐτὰς ἀνάγειν προσήκει.Ἓν μὲν δὴ οὖν τοῦτο εἶδος θεοφορίας τοιόνδε καὶ οὕτω γιγνόμενον ὑπάρχει·
ἕτερον δὲ τὸ τῶν χρηστηρίων διαβόητον καὶ ἐναργέστατόν ἐστι πολυμερὲς ἔνθεον μαντεῖον, περὶ οὗ τὰ τοιαῦτα ἀποφαίνεις· οἱ δ’ ὕδωρ πιόντες, καθάπερ ὁ ἐν Κολοφῶνι ἱερεὺς τοῦ Κλαρίου, οἱ δὲ στομίοις παρακαθήμενοι, ὡς αἱ ἐν Δελφοῖς θεσπίζουσαι, οἱ δ’ ἐξ ὑδάτων ἀτμιζόμενοι, καθάπερ αἱ ἐν Βραγχίδαις προ
φήτιδες. τριῶν δὴ τουτωνὶ διωνύμων χρηστηρίων ἐμνημόνευσας, οὐχ ὅτι μόνα ἐνταῦθα, πολὺ γὰρ πλείονα ὑπῆρχε τὰ παραλειπόμενα· ἀλλ’ ἐπεὶ προεῖχε τῶν ἄλλων ταῦτα, καὶ ἅμα οὗ ἕνεκα ἐζητεῖτο ἱκανῶς ἂν ἐδίδασκες περὶ τοῦ τρόπου, φημὶ τῆς ἐκ θεῶν ἀνθρώποις ἐπιπεμπομένης μαντείας, διὰ τοῦτο δὴ ἠρκέσθης τούτοις. καὶ ἡμεῖς οὖν περὶ τῶν τριῶν τούτων ποιησόμεθα λόγον, τὸν περὶ τῶν πολλῶν μαντείων λόγον ὑπερβάντες.Τὸ δὴ ἐν Κολοφῶνι μαντεῖον ὁμολογεῖται παρὰ πᾶσι δι’ ὕδατος χρηματίζειν. εἶναι γὰρ πηγὴν ἐν οἴκῳ καταγείῳ καὶ ἀπ’ αὐτῆς πίνειν τὸν προφήτην· ἔν τισι δὲ τακταῖς νυξὶν ἱερουργιῶν πολλῶν γενομένων πρότερον, πιόντα δὲ χρησμῳδεῖν οὐκέθ’ ὁρώμενον τοῖς παροῦσι θεωροῖς. τὸ μὲν οὖν εἶναι μαντικὸν ἐκεῖνο τὸ ὕδωρ αὐτόθεν πρόδηλον· τὸ δὲ πῶς ἐστὶ τοιοῦτον, οὐκέτ’ ἂν κατὰ τὴν παροιμίαν πᾶς ἀνὴρ γνοίη· δοκεῖ μὲν γὰρ διήκειν τι δι’ αὐτοῦ πνεῦμα μαντικόν· οὐ μέντοι τό γε ἀληθὲς οὕτως ἔχει. τὸ γὰρ θεῖον οὐ διαπεφοίτηκεν οὕτω διαστατῶς καὶ μεριστῶς ἐν
τοῖς αὐτοῦ μετέχουσιν, ἀλλ’ ὡς παρέχον ἔξωθεν καὶ ἐπιλάμπον τὴν πηγήν, πληροῖ δυνάμεως αὐτὴν ἀφ’ ἑαυτοῦ μαντικῆς· οὐ μέντοι τοῦγε θεοῦ πᾶσά ἐστεν ἡ ἐπίπνοια, ἥντινα παρέχει τὸ ὕδωρ, ἀλλ’ αὐτὴ μὲν ἐπιτηδειότητα μόνον καὶ ἀποκάθαρσιν τοῦ ἐν ἡμῖν αὐγοειδοῦς πνεύματος ἐμποιεῖ, δι’ ἣν δυνατοὶ γιγνόμεθα χωρεῖν τὸν θεόν. ἄλλη δ’ ἐστὶν ἡ τοῦ θεοῦ παρουσία καὶ προτέρα ταύτης καὶ ἄνωθεν ἐναστράπτουσα· αὕτη τοίνυν οὐδενὸς ἀφέστηκε τῶν ἐχόντων διὰ τὴν τῆς οἰκειότητος συναφὴν πρὸς ἑαυτήν· πάρεστι δ’ εὐθὺς καὶ χρῆται ὡς ὀργάνῳ τῷ προφήτῃ οὔτε ἑαυτοῦ ὄντι οὔτε παρακολουθοῦντι οὐδὲν οἷς λέγει ἢ ὅπου γῆς ἐστίν· ὥστε καὶ μετὰ τὴν χρησμῳδίαν μόγις ποτὲ ἑαυτὸν λαμβάνει· καὶ πρὸ τοῦ πίνειν δὲ οὕτως ἀσιτεῖ τὴν ἡμέραν ὅλην καὶ νύκτα, καὶ ἐν ἱεροῖς τισὶν ἀβάτοις τῷ πλήθει καθ’ ἑαυτὸν ἀνακεχώρηκεν ἀρχόμενος ἐνθουσιῶν, καὶ διὰ τῆς ἀποστάσεως καὶ ἀπαλλαγῆς τῶν ἀνθρωπίνων πραγμάτων ἄχραντον ἑαυτὸν εἰς ὑποδοχὴν τοῦ θεοῦ παρασκευάζει· ἐξ ὧν δὴ εἰς καθαρὰν ἕδραν τῆς ἑαυτοῦ ψυχῆς ἐλλάμπουσαν ἔχει τὴν τοῦ θεοῦ ἐπίπνοιαν, ἀκώλυτόν τε ἑαυτῇ παρέχει τὴν κατακωχὴν καὶ τὴν παρουσίαν τελείαν καὶ ἀνεμπόδιστον. Ἡ δ’ ἐν Δελφοῖς προφῆτις, εἴτε ἀπὸ πνεύματος λεπτοῦ καὶ πυρώδους ἀναφερομένου ποθὲν ἀπὸ στομίου θεμιστεύει τοῖς ἀνθρώποις, εἴτε ἔν τῷ ἀδύτῳ καθημένη ἐπὶ δίφρου χαλκοῦ τρεῖς πόδας ἔχοντος χρηματίζει, εἴτε καὶ ἐπὶ τοῦ τετράποδος δίφρου ὅς ἐστιν ἱερὸς τοῦ θεοῦ, πανταχῇ οὕτω δίδωσιν ἑαυτὴν τῷ θείῳ πνεύματι, ἀπό τε τῆς τοῦ θείου πυρὸς ἀκτῖνος καταυγάζεται. καὶ ὅταν μὲν ἀθρόον καὶ πολὺ τὸ ἀναφερόμενον ἀπὸ τοῦ στομίου πῦρ κύκλῳ πανταχόθεν αὐτὴν περιέχῃ, πληροῦται ἀπ’ αὐτοῦ θείας αὐγῆς· ὅταν δὲ εἰς ἕδραν ἐνιδρυθῇ τοῦ θεοῦ, τῇ σταθερᾷ τοῦ θεοῦ μαντικῇ δυνάμει συναρμόζεται· ἐξ ἀμφοτέρων δὲ τῶν τοιούτων παρασκευῶν ὅλη γίνεται τοῦ θεοῦ. καὶ τότε δὴ πάρεστιν αὐτῇ χωριστῶς ὁ θεὸς ἐπιλάμπων, ἕτερος ὢν καὶ τοῦ πυρὸς καὶ τοῦ πνεύματος καὶ τῆς ἰδίας ἕδρας καὶ πάσης τῆς περὶ τὸν τόπον φυσικῆς καὶ ἱερᾶς φαινομένης κατασκευῆς. Καὶ μὴν ἥ γε ἐν. Βραγχίδαις γυνὴ χρησμῳδός, εἴτε ῥάβδον ἔχουσα τὴν πρώτως ὑπὸ θεοῦ τινὸς παραδοθεῖσαν πληροῦται τῆς θείας αὐγῆς, εἴτε ἐπὶ ἄξονος καθημένη προλέγει τὸ μέλλον, εἴτε τοὺς πόδας ἢ κράσπεδόν τι τέγγουσα τῷ ὕδατι ἢ ἐκ τοῦ ὕδατος ἀτμιζομένη δέχεται τὸν θεόν, ἐξ ἀπάντων τούτων ἐπιτηδεία παρασκευαζομένη πρὸς τὴν ὑποδοχὴν ἔξωθεν αὐτοῦ μεταλαμβάνει. Δηλοῖ δὲ καὶ τὸ τῶν θυσιῶν πλῆθος καὶ ὁ θεσμὸς τῆς ὅλης ἁγιστείας καὶ ὅσα ἄλλα δρᾶται πρὸ τῆς χρησμῳδίας θεοπρεπῶς, τά τε λουτρὰ τῆς προφήτιδος καὶ ἡ τριῶν ὅλων ἡμερῶν ἀσιτία καὶ ἡ ἐν ἀδύτοις αὐτῆς διατριβὴ καὶ ἐχομένης ἤδη τῷ φωτὶ καὶ τερπομένης ἐν πολλῷ χρόνῳ· καὶ γὰρ αὐτὰ πάντα παράκλησιν τοῦ θεοῦ ὥστε παραγενέσθαι καὶ παρουσίαν ἔξωθεν ἐπιδείκνυσιν, ἐπίπνοιάν τε θαυμασίαν οἵαν πρὶν καὶ εἰς τὸν συνήθη τόπον ἀφικέσθαι, καὶ ἐν αὐτῷ τῷ πνεύματι τῷ ἀπὸ τῆς πηγῆς ἀναφερομένῳ, ἕτερόν τινα πρεσβύτερον χωριστὸν ἀπὸ τοῦ τόπου θεὸν ἀποφαίνει, τὸν αἴτιον καὶ τοῦ τόπου καὶ τῆς πηγῆς αὐτῆς καὶ τῆς μαντικῆς ὅλης.Φαίνεται δὴ οὖν καὶ ἡ τῶν χρηστηρίων μαντεία συνομολογοῦσα ταῖς ὅλαις ὑποθέσεσιν ἃς προειρήκαμεν περὶ τῆς μαντικῆς. ἀχώριστος μὲν γὰρ οὖσα τῆς φύσεως τῶν τόπων καὶ τῶν ὑποκειμένων αὐτῇ σωμάτων ἡ τοιαύτη δύναμις, ἢ προϊοῦσα κατὰ κίνησιν τὴν ἀφοριζομένην ἀριθμῷ, οὐ δύναται τὰ πανταχοῦ καὶ ἀεὶ προγινώσκειν ὡσαύτως· ἀφειμένη δὲ ἀπόλυτος τῶν τόπων καὶ τῶν διαμεμετρημένων τοῖς ἀριθμοῖς χρόνων (ἅτε δὴ κρείττων οὖσα τῶν γιγνομένων κατὰ χρόνον καὶ τῶν ὑπὸ τόπου κατεχομένων) τοῖς πανταχοῦ οὖσιν ἐξ ἴσου πάρεστι, καὶ τοῖς κατὰ χρόνον φυομένοις πάντοτε ἅμα σύνεστιν, ἐν ἑνί τε συνείληφε τῶν ὅλων τὴν ἀλήθειαν διὰ τὴν χωριστὴν ἑαυτῆς καὶ ὑπερέχουσαν οὐσίαν.
Εἰ δὴ ταῦτα ὀρθῶς εἰρήκαμεν, ὑπ’ οὐδενὸς οὔτε τόπου
οὔτε μεριστοῦ σώματος ἀνθρωπίνου οὔτε ψυχῆς κατεχομένης ἐν ἑνὶ εἴδει μεριστῶν περιείληπται μεριστῶς ἡ μαντικὴ τῶν θεῶν δύναμις, χωριστὴ δὲ οὖσα καὶ ἀδιαίρετος ὅλη πανταχοῦ πάρεστι τοῖς μεταλαμβάνειν αὐτῆς δυναμένοις, ἔξωθέν τε ἐπιλάμπει καὶ πληροῖ πάντα, δι’ ὅλων τε τῶν στοιχείων διαπεφοίτηκε, γῆν τε καὶ ἀέρα καὶ πῦρ καὶ ὕδωρ κατείληφεν, οὐδέν τε ἄμοιρον ἑαυτῆς οὔτε τῶν ζώων οὔτε τῶν ἀπὸ φύσεως διοικουμένων ἀπολείπει, ἀλλὰ τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ἀφ’ ἑαυτῆς δίδωσί τινα μοῖραν προγνώσεως· αὐτὴ μέντοι πρὸ τῶν ὅλων προϋπάρχουσα αὐτῷ τῷ χωριστῷ ἑαυτῆς ἱκανὴ γέγονεν ἀποπληρῶσαι πάντα, καθ’ ὅσον ἕκαστα δύναται αὐτῆς μετέχειν.Ἴδωμεν τοίνυν τὸ ἐντεῦθεν ἄλλο εἶδος ἰδιωτικὸν καὶ οὐ δημόσιον μαντείας, περὶ οὗ λέγεις ταῦτα· οἱ δὲ ἐπὶ χαρακτήρων στάντες ὡς οἱ πληρούμενοι ἀπὸ εἰσκρίσεων. τοῦτο τοίνυν διὰ τοὺς κακῶς αὐτῷ χρωμένους οὐ ῥᾴδιον ἑνὶ λόγῳ περιλαβεῖν. ἀλλὰ τὸ μὲν πρόχειρον καὶ κακῶς ἐπιπολάζον ἐν τοῖς πολλοῖς ἀνθρώποις ψευδολογίᾳ τε καὶ
ἀπάτῃ χρώμενον οὐκ ἀνεκτῇ, οὐδ’ ὅλως ἔχει τινὸς θεοῦ παρουσίαν, κίνησιν δέ τινα τῆς ψυχῆς ποιεῖται παρὰ τοὺς θεούς, καὶ ἀμυδράν τινα ἀπ’ αὐτῶν εἰδωλικὴν ἔμφασιν ἕλκει, ἥτις διὰ τὸ ἐξίτηλον τῆς δυνάμεως εἴωθεν ἐνίοτε ὑπὸ τῶν δαιμονίων φαύλων πνευμάτων ἐπιταράττεσθαι· ἡ δ’ ὄντως τῶν θεῶν τυγχάνουσα, τά τε ἄλλα εἰλικρινὴς καὶ καθαρὰ ἄτρεπτος ἀληθής, καὶ δὴ καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων ἄβατός ἐστι καὶ ἀνεμπόδιστος· ὥσπερ γὰρ ἡλίου καταλάμψαντος οὐ πέφυκε τὴν αὐγὴν ὑπομένειν τὸ σκότος, ἐξαίφνης δὲ ἀφανὲς ἄρδην καθίσταται, καὶ παντελῶς ἐκ μέσων ὑποχωρεῖ καὶ ἐκποδὼν ἐξίσταται, οὕτω καὶ τῆς πάντα ἀγαθῶν πληρούσης τῶν θεῶν δυνάμεως πολλαχόθεν ἐπιλαμπούσης οὐκ ἔχει χώραν ἡ τῶν κακῶν ταραχὴ πνευμάτων, οὐδὲ δύναταί που διαφαίνεσθαι, ἀλλ’ ὡς τὸ μηδὲν ἢ ἐν τῷ μὴ ὄντι κεχώρισται, οὐδαμοῦ φύσιν ἔχουσα κινεῖσθαι τῶν κρειττόνων παρόντων, ἢ παρενοχλεῖν αὐτοῖς δυναμένη ἡνίκα ἂν ἐπιλάμπωσι.Τί ποτ’ οὖν τοσοῦτον διάφορόν ἐστιν ἑκατέρου τούτων, οὐκ ἄλλοις χρήσομαι γνωρίσμασιν εἰς τὴν διάκρισιν αὐτῶν ἢ αὐτοῖς τοῖς παρὰ σοῦ ῥηθεῖσιν· ὅταν γὰρ εἴπῃς οἱ ἐπὶ χαρακτήρων στάντες, οὐδὲν ἄλλο ἔοικας σημαίνειν ἢ τὸ αἴτιον τῶν περὶ ταῦτα κακῶν πάντων. εἰσὶ γάρ τινες οἳ τὴν ὅλην πραγματείαν τῆς τελεσιουργοῦ θεωρίας παριδόντες περί τε τὸν καλοῦντα καὶ περὶ τὸν ἐπόπτην, τάξιν τε τῆς θρησκείας καὶ τὴν ὁσιωτάτην ἐν πολλῷ χρόνῳ τῶν πόνων ἐμμονὴν ἀτιμάσαντες, θεσμούς τε καὶ εὐταξίας καὶ τὰς ἄλλας ἁγιστείας παρωσάμενοι, ἀποχρῶσαν νομίζουσι τὴν ἐπὶ τῶν χαρακτήρων μόνην στάσιν, καὶ ταύτην ἐν μιᾷ ὥρᾳ ποιησάμενοι, εἰσκρίνειν νομίζουσί τι πνεῦμα· καίτοι τί ἂν γένοιτο ἀπὸ τούτων καλὸν ἢ τέλειον; ἢ πῶς ἔνεστι τὴν ἀίδιον καὶ τῷ ὄντι τῶν θεῶν οὐσίαν ἐφημέροις ἔργοις συνάπτεσθαι ἐν ταῖς ἱεραῖς πράξεσι; διὰ ταῦτα δὴ οὖν οἱ τοιοῦτοι προπετεῖς ἄνδρες τοῦ
παντὸς ἁμαρτάνουσιν, οὐδὲ ἄξιον αὐτοὺς ἐν μάντεσι καταριθμεῖσθαι. Περὶ δὲ ἄλλου γένους μαντικῆς λέγεις ταῦτα· ἄλλοι παρακολουθοῦντες ἑαυτοῖς κατὰ τὰ ἄλλα, κατὰ τὸ φανταστικὸν θειάζουσιν, οἱ μὲν σκότος σύνεργον λαβόντες οἱ δὲ καταπόσεις τινῶν οἱ δ’ ἐπῳδὰς καὶ συστάσεις· καὶ οἱ μὲν δι’ ὕδατος φαντάζονται οἱ δὲ ἐν τοίχῳ οἱ δ’ ἐν ὑπαίθρῳ ἀέρι οἱ δ’ ἐν ἡλίῳ ἢ ἄλλῳ τινὶ τῶν κατ’ οὐρανόν. πᾶν δὴ καὶ τοῦτο ὃ λέγεις τῆς μαντείας γένος πολυειδὲς =ὂν μιᾷ συνείληπται δυνάμει, ἣν ἄν τις φωτὸς ἀγωγὴν ἐπονομάσειεν. αὕτη δή που τὸ περικείμενον τῇ ψυχῇ αἰθερῶδες καὶ αὐγοειδὲς ὄχημα ἐπιλάμπει θείῳ φωτί, ἐξ οὗ δὴ φαντασίαι θεῖαι καταλαμβάνουσι τὴν ἐν ἡμῖν φανταστικὴν δύναμιν κινούμεναι ὑπὸ τῆς βουλήσεως τῶν θεῶν. ὅλη γὰρ ἡ ζωὴ τῆς ψυχῆς καὶ πᾶσαι αἱ ἐν αὐτῇ δυνάμεις ὑποκείμεναι τοῖς θεοῖς κινοῦνται, ὅπως ἂν ἡγεμόνες αὐτοῖς ἐθέλωσι.Καὶ τοῦτο διχῶς γίνεται ἢ παρόντων τῇ ψυχῇ τῶν
θεῶν ἢ προδραμόν τι εἰς αὐτὴν φῶς ἀφ’ ἑαυτῶν ἐπιλαμπόντων· καθ’ ἑκάτερον δὲ τὸν τρόπον χωριστὴ καὶ ἡ θεία παρουσία ἐστὶ καὶ ἡ ἔλλαμψις. ἡ μὲν οὖν προσοχὴ καὶ διάνοια τῆς ψυχῆς παρακολουθεῖ τοῖς γιγνομένοις, ἐπειδὴ τούτων τὸ θεῖον φῶς οὐκ ἐφάπτεται· ἐπιθειάζει δὲ τὸ φανταστικόν, διότι οὐκ ἀφ’ ἑαυτοῦ, ἀπὸ δὲ τῶν θεῶν ἐγείρεται εἰς τρόπους φαντασιῶν, ἐξηλλαγμένης πάντῃ τῆς ἀνθρωπίνης συνηθείας.Ἐπειδὴ δὲ καὶ ἢ τὸ ἐναντίον δεκτικόν ἐστι τοῦ ἐναντίου κατὰ μεταβολὴν καὶ ἔκστασιν ἀφ’ ἑαυτοῦ, ἢ τὸ συγγενὲς καὶ οἰκεῖον δι’ ὁμοιότητα, διὰ ταῦτα δὴ εἰκότως τοτὲ μὲν σκότος συνεργὸν λαμβάνουσιν οἱ φωταγωγοῦντες, τοτὲ δὲ ἡλίου φῶς ἢ σελήνης ἢ ὅλως τὴν ὑπαίθριον αὐγὴν συλλαμβανόμενα ἔχουσι πρὸς τὴν ἔλλαμψιν.
Ἐνίοτε δὲ καὶ καταστάσεσί τινων χρῶνται, ὅσα οἰκεῖα τοῖς θεοῖς ὑπάρχει τοῖς μέλλουσιν ἐπιφέρεσθαι, ἢ καὶ ἐπῳδαῖς ἢ συστάσεσι καὶ αὐταῖς οἰκείως παρεσκευασμέναις
εἴς τε τὴν κατασκευὴν τῆς ὑποδοχῆς καὶ τὴν παρουσίαν τῶν θεῶν καὶ ἐπιφάνειαν. ἐνίοτε δ’ αὗ καὶ δι’ ὕδατος ἄγουσι τὸ φῶς, ἐπειδὴ διαφανὲς ὂν τοῦτο εὐφυῶς διάκειται πρὸς ὑποδοχὴν τοῦ φωτός. ἄλλοτε δ’ εἰς τοῖχον αὐτὸ ποιοῦσιν ἐπιλάμπειν, ταῖς ἱεραῖς τῶν χαρακτήρων καταγραφαῖς προευτρεπίζοντες ἕδραν ἀρίστως εἰς τὸν τοῖχον τῷ φωτί, καὶ ἅμα ἀποστηρίζοντες αὐτὸ ἐνταῦθα ἔν τινι στερεῷ χωρίῳ, ὥστε μὴ ἐπὶ πολὺ διαχεῖσθαι.Γένοιντο δ’ ἂν καὶ ἄλλοι πλείονες τρόποι τῆς τοῦ φωτὸς ἀγωγῆς· ἀλλ’ ὅμως εἰς ἓν ἀνάγονται πάντες, εἰς τὴν τῆς αὐγῆς ἔλλαμψιν, ὅπουπερ ἂν καὶ δι’ οἵων ὀργάνων ἐπιλάμπωσιν. ἐπειδὴ τοίνυν ἔξωθέν τέ ἐστιν αὕτη καὶ μόνη τῇ βουλήσει καὶ νοήσει τῶν θεῶν ὑπηρετοῦντα κέκτηται τὰ πάντα, τὸ δὲ μέγιστον φῶς ἔχει ἱερὸν καταυγάζον, τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ αἰθέρος τὸ δὲ ἐξ ἀέρος ἢ σελήνης ἢ καὶ ἡλίου καταλάμπον ἢ ἄλλης τινὸς οὐρανίας σφαίρας, φαίνεται ἐκ πάντων τούτων αὐτεξούσιος καὶ πρωτουργὸς καὶ τῶν θεῶν ἐπάξιος ὁ τοιοῦτος τρόπος τῆς μαντείας.
Φέρε δὴ οὖν ἐπὶ τὸν διὰ τέχνης ἀνθρωπίνης ἐπιτελούμενον τρόπον μετέλθωμεν, ὅστις στοχασμοῦ καὶ οἰήσεως πλείονος εἴληφε· λέγεις δὲ καὶ περὶ τούτου τοιαῦτα· οἵδε ἤδη καὶ διὰ σπλάγχνων καὶ δι’ ὀρνίθων καὶ δι’ ἀστέρων τέχνην συνεστήσαντο τῆς θήρας τοῦ μέλλοντος. εἰσὶ μὲν καὶ ἄλλαι πλείονες τέχναι τοιαῦται, πλὴν ἀλλὰ καὶ αὐταί γε ἀποχρῶσιν ἐνδείξασθαι πᾶν τὸ τεχνικὸν εἶδος τῆς μαντικῆς. ὡς μὲν οὖν τὸ ὅλον εἰπεῖν, σημείοις τισὶ τοῦτο θείοις χρῆται ἐκ θεῶν ἐπιτελουμένοις κατὰ ποικίλους τρόπους. ἀπὸ δὲ τῶν θείων τεκμηρίων κατὰ τὴν συγγένειαν τῶν πραγμάτων πρὸς τὰ δεικνύμενα σημεῖα συμβάλλει πως ἡ τέχνη, καὶ στοχάζεται τῆς μαντείας ἐξ εἰκότων τινῶν αὐτὴν συλλογιζομένη. τὰ μὲν οὖν σημεῖα οἱ θεοὶ ποιοῦσι διὰ τῆς φύσεως τῆς δουλευούσης αὐτοῖς πρὸς τὴν γένεσιν, τῆς τε κοινῆς καὶ τῆς ἰδίας ἑκάστων, ἢ διὰ τῶν γενεσιουργῶν δαιμόνων οἵτινες τοῖς στοιχείοις τοῦ παντὸς καὶ τοῖς μερικοῖς σώμασι, ζώοις τε καὶ τοῖς ἐν τῷ κόσμῳ πᾶσιν ἐπιβεβηκότες ἄγουσι τὰ φαινόμενα
μετὰ ῥᾳστώνης ὅπῃπερ ἂν δοκῇ τοῖς θεοῖς. συμβολικῶς δὲ τὴν γνώμην τοῦ θεοῦ ἐμφαίνουσι, καὶ τὴν τοῦ μέλλοντος προδήλωσιν καθ’ Ἡράκλειτον οὔτε λέγοντες οὔτε κρύπτοντες ἀλλὰ σημαίνοντες, ἐπειδὴ τῆς δημιουργίας τὸν τρόπον ἀποτυποῦσι διὰ τῆς προδηλώσεως. καθάπερ οὖν δι’ εἰκόνων γεννῶσι πάντα, καὶ σημαίνουσιν ὡσαύτως διὰ συνθημάτων· ἴσως δὲ καὶ τὴν ἡμετέραν σύνεσιν ἀπὸ τῆς αὐτῆς ἀφορμῆς εἰς ὀξύτητα πλείονα ἀνακινοῦσι.Ταυτὶ μὲν οὖν κοινῶς ἡμῖν περὶ τῆς ὅλης ἀνθρωπίνης τοιαύτης τέχνης διωρίσθω· κατ’ ἰδίαν δὲ τὰ μὲν σπλάγχνα ἥ τε ψυχὴ τῶν ζώων καὶ ὁ ἐφεστηκὼς αὐτοῖς δαίμων καὶ ὁ ἀὴρ ἥ τε κίνησις τοῦ ἀέρος καὶ ἡ τοῦ περιέχοντος περιφορὰ μεταβάλλει ποικίλως ὅπῃπερ ἂν ἀρέσκῃ τοῖς θεοῖς. σημεῖον δὲ τὸ πολλάκις εὑρίσκεσθαι αὐτὰ ἀκάρδια ἢ ἄλλως ἄμοιρα τῶν κυριωτάτων μερῶν, ὧν ἀπεστερημένα οὐχ οἷά τε ἦν ὅλως τοῖς ζώοις παρέχειν τὸ ζῆν. τοὺς δὲ ὄρνιθας κινεῖ μὲν καὶ ἡ τῆς ἰδίας ψυχῆς ὁρμή,
κινεῖ δὲ καὶ ὁ τῶν ζώων ἔφορος δαίμων, ἤδη δὲ καὶ ἡ τοῦ ἀέρος τροπὴ καὶ ἡ καθήκουσα ἀπὸ τοῦ οὐρανοῦ δύναμις εἰς τὸν ἀέρα· πάντα συμφωνοῦντα τοῖς βουλήμασι τῶν θεῶν ἄγει αὐτὰς ὁμολογουμένως οἷς οἱ θεοὶ καταρχὰς ἐπιτάττουσι. σημεῖον δὲ καὶ τούτου μέγιστον· οὐ γὰρ τῶν κατὰ φύσιν τινὶ προσέοικε πράγματι τὸ ἀπορρήσσειν τοὺς ὄρνιθας αὐτοὺς ἑαυτοὺς καὶ ἀναιρεῖν πολλάκις· ἀλλ’ ὑπερφυὲς δὴ τὸ ἔργον ἐστὶ τοῦτο, ὡς ἑτέρου τινὸς ὄντος τοῦ διὰ τῶν ὀρνίθων ταῦτα ἀπεργαζομένου.Ἀλλὰ μὴν αἵ γε τῶν ἄστρων φοραὶ πλησιάζουσι μὲν ταῖς κατ’ οὐρανὸν ἀιδίοις περιφοραῖς, οὐ τόπῳ μόνον ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς τοῦ φωτὸς διαδρομαῖς· κινοῦνται δὲ ὅπῃπερ ἂν οἱ κατ’ οὐρανὸν θεοὶ κελεύωσι. τὸ γὰρ εὐαγέστατον καὶ ἄκρον τοῦ ἀέρος ἐπιτηδείως ἔχον ἐξάπτεσθαι εἰς πῦρ, ἅμα τε ἐπινεύουσιν οἱ θεοὶ καὶ εὐθὺς ἀνακαίεται. ἐὰν δέ τις καὶ νομίζῃ τῶν οὐρανίων τινὰς ἀπορροίας ἐνδίδοσθαι εἰς τὸν ἀέρα, καὶ οὗτος οὐκ ἀλλότρια δοξάσει τῶν δρωμένων ἐν τῇ θείᾳ τέχνῃ πολλάκις.
καὶ ἡ ἕνωσις δὲ καὶ ἡ συμπάθεια τοῦ παντὸς καὶ ἡ ὡς ἐφ’ ἑνὸς ζώου συγκίνησις τῶν πορρωτάτω μερῶν ὡς ἐγγὺς ὄντων, τὴν τῶν σημείων τούτων πομπὴν ἐκ θεῶν ἀνθρώποις καταπέμπει, διὰ τοῦ οὐρανοῦ μὲν πρώτως ἔπειτα διὰ τοῦ ἀέρος ἐκφαινομένην τοῖς ἀνθρώποις ὡς οἷόν τε μάλιστα λαμπρότατα.Δῆλον δὴ οὖν διὰ πάντων τῶν εἰρημένων καὶ τοῦτο γέγονεν, ὡς ὀργάνοις μέσοις πολλοῖς οἱ θεοὶ χρώμενοι τὰ σημεῖα τοῖς ἀνθρώποις ἐπιπέμπουσι, δαιμόνων τε ὑπηρεσίαις καὶ ψυχῶν καὶ τῆς φύσεως ὅλης χρώμενοι, πᾶσί τε τοῖς περὶ τὸν κόσμον ἐκείνοις ἀκολουθοῦσι κατὰ μίαν ἀρχὴν ἐξηγούμενοι καὶ ἀνιέντες τὴν ἀπ’ αὐτῶν κατιοῦσαν κίνησιν, ὅπῃπερ ἂν ἐθέλωσιν. αὐτοὶ δὴ οὖν χωριστοὶ πάντων καὶ ἀπολελυμένοι τῆς σχέσεως καὶ συντάξεως τῆς πρὸς τὴν γένεσιν ἄγουσι πάντα ἐν τῇ γενέσει καὶ φύσει κατὰ τὴν οἰκείαν βούλησιν. ἥκει δὴ οὖν εἰς ταὐτὸ τῷ τῆς δημιουργίας καὶ προνοίας τῶν θεῶν λόγῳ καὶ ὁ περὶ τῆς μαντικῆς ἀπολογισμός. οὐ γὰρ καθέλκει οὐδὲ οὗτος
ἐπὶ τὰ τῇδε καὶ πρὸς ἡμᾶς τὸν τῶν κρειττόνων νοῦν, μένοντος δὲ αὐτοῦ ἐν αὐτῷ τά τε σημεῖα καὶ τὴν μαντείαν ὅλην πρὸς αὐτὸν ἐπιστρέφει καὶ ἀπ’ αὐτοῦ προϊόντα αὐτὰ ἀνευρίσκει.Ζητεῖς δὲ τὸ λοιπὸν περὶ τοῦ τρόπου τῆς μαντείας τίς τέ ἐστι καὶ ὁποῖος, ὃν ἤδη μὲν ἡμεῖς κοινῇ τε καὶ κατ’ ἰδίαν ἐξηγησάμεθα. σὺ δὲ πρῶτον μὲν ἀποφαίνῃ γνώμην τῶν μάντεων, ὡς πάντες διὰ θεῶν ἢ δαιμόνων φασὶ τοῦ μέλλοντος τυγχάνειν τῆς προγνώσεως, οὐδὲ οἷόν τε ἄλλους εἰδέναι αὐτὸ ἤ μόνον τοὺς τῶν ἐσομένων κυρίους. ἔπειτα ἀπορεῖς εἰ ἄχρι τοσούτου κατάγεται εἰς ὑπηρεσίαν ἀνθρώπων τὸ θεῖον, ὡς μὴ ὀκνεῖν τινὰς καὶ ἀλφιτομάντεις εἶναι. τὸ δὲ οὐ καλῶς ὑπολαμβάνεις, τὴν περιουσίαν τῆς δυνάμεως τῶν θεῶν καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα καὶ τὴν πάντα περιέχουσαν αἰτίαν κηδεμονίαν τε ἡμῶν καὶ προστασίαν, ὑπηρεσίαν ἐπονομάζων. καὶ ἔτι ἀγνοεῖς τὸν τρόπον τῆς ἐνεργείας, ὥστε οὐ καθέλκεται οὔτε ἐπιστρέφεται οὗτος εἰς ἡμᾶς, χωριστὸς δὲ
προηγεῖται καὶ δίδωσι μὲν τοῖς μετέχουσιν ἑαυτόν, αὐτὸς δὲ οὔτε ἐξίσταται ἀφ’ ἑαυτοῦ οὔτε ἐλάττων γίνεται οὔθ’ ὑπηρετεῖ τοῖς μετέχουσιν, ἀλλὰ τοὐναντίον πᾶσιν ὑπηρετοῦσι προσχρῆται.Δοκεῖ δέ μοι καὶ ἄλλο διαμαρτάνειν ἡ παροῦσα ἐπίστασις· ὡς γὰρ ἐπ’ ἀνθρώπων ὑποθεμένη τῶν θεῶν τὰ ἔργα, οὕτω διαμφισβητεῖ περὶ αὐτῶν πῶς γίνεται. διότι γὰρ ἡμεῖς ἐπιστρεφόμενοι καὶ τοῖς πάθεσιν ἐνίοτε προσκείμενοι τοῖς διοικουμένοις ἐπιμελούμεθα αὐτῶν, διὰ τοῦτο κακῶς εἰκάζει καὶ τὴν τῶν θεῶν δύναμιν ὑπηρετικὴν εἶναι τοῖς ὑπ’ αὐτῶν κατευθυνομένοις· ἡ δ’ οὔτε ἐν τῇ ποιήσει τῶν κόσμων οὔτε ἐν τῇ προνοίᾳ τῆς γενέσεως οὔτε ἐν τῇ περὶ αὐτῆς μαντείᾳ καθέλκεταί ποτε εἰς τὰ μετέχοντα, ἀλλὰ μεταδίδωσι μὲν πᾶσι τῶν ἀγαθῶν καὶ παραπλήσια πρὸς ἑαυτὴν τὰ ὅλα ἀπεργάζεται, ὠφελεῖ τε τὰ διοικούμενα ἀφθόνως, μένει δὲ ὡς πολὺ μᾶλλον ἐφ’ ἑαυτῆς τοσούτῳ μᾶλλον τῆς οἰκείας τελειότητος πεπλήρωται. καὶ αὕτη μὲν οὐ γίνεται τῶν μετεχόντων, τὰ δὲ μεταλαμβάνοντα ἴδια ἑαυτῆς ἀπεργάζεται καὶ σώζει μὲν αὐτὰ παντελῶς,
μένει δὲ ἐν ἑαυτῇ τελεία καὶ συλλαμβάνει μὲν αὐτὰ ἅμα ἐν ἑαυτῇ, ὑπ’ οὐδενός γε μὴν ἐκείνων οὔτε κρατεῖται οὔτε περιέχεται.Μάτην οὖν ἡ τοιαύτη ὑπόνοια παρενοχλεῖ τοῖς ἀνθρώποις. οὐδὲ γὰρ μερίζεται ὁ θεὸς παρὰ τοὺς διῃρημένους τρόπους τῆς μαντείας, ἀλλ’ ἀμερίστως ἅπαντας κατεργάζεται· οὐδὲ κατὰ χρόνον διῃρημένως ἄλλοτε ἄλλους ἐπιτελεῖ, ἀλλὰ ἀθρόως καὶ ἅμα δημιουργεῖ πάντας κατὰ μίαν ἐπιβολήν· οὐδὲ περὶ τὰ σημεῖα κατέχεται περιειλημμένος ἐν αὐτοῖς ἢ διωρισμένος, ἀλλ’ ἐν ἑαυτῷ καὶ τὰ σημεῖα συνέχει, συνείληφέ τε αὐτὰ ἐν ἑνὶ καὶ προάγει κατὰ μίαν βούλησιν ἀφ’ ἑαυτοῦ.
Εἰ δὲ καὶ ἄχρι τῶν ἀψύχων οἷον ψηφιδίων ἢ ῥάβδων ἢ ξύλων τινῶν ἢ λίθων ἢ πυρῶν ἢ ἀλφίτων διήκει τῇ προδηλώσει, αὐτὸ τοῦτο καὶ τὸ θαυμασιώτατόν ἐστι τῆς θείας μαντικῆς προσημασίας, διότι καὶ τοῖς ἀψύχοις ψυχὴν καὶ τοῖς ἀκινήτοις κίνησιν ἐνδίδωσι, ποιεῖ τε πάντα
σαφῆ καὶ γνώριμα καὶ λόγου μετέχοντα καὶ ἀφωρισμένα τοῖς τῆς νοήσεως μέτροις, καίτοι μηδένα λόγον ἔχοντα ἀφ’ ἑαυτῶν. καὶ ἄλλο δή τί μοι δοκεῖ δαιμόνιόν τι θαῦμα, ὃ θεὸς ἐν τούτοις διασημαίνει. ὥσπερ γὰρ ἐνίοτε τῶν εὐηθικῶν τινὰ ἀνθρώπων ποιεῖ σοφίας μετὰ λόγου ἀποφθέγγεσθαι, δι’ οὗ πᾶσι κατάδηλον γίνεται, ὡς οὐκ ἀνθρώπινόν τι, θεῖον δὲ τὸ ἔργον ἐστὶ τὸ γεγονός, οὕτω διὰ τῶν ἀπεστερημένων γνώσεως τὰ πάσης γνώσεως προέχοντα νοήματα ἀποκαλύπτει· κἀκεῖνο ἄμα ἀναφαίνει τοῖς ἀνθρώποις ὡς πίστεως ἄξια ὑπάρχει τὰ δεικνύμενα σημεῖα, καὶ ὅτι κρείττων ἐστὶ τῆς φύσεως καὶ ἐξῃρημένος ἀπ’ αὐτῆς ὁ θεός· οὕτω τὰ ἐν τῇ φύσει ἄγνωστα γνωστὰ ποιεῖ καὶ τὰ μὴ γινώσκοντα γινώσκοντα, ἡμῖν τε δι’ αὐτῶν ἐντίθησι φρόνησιν, καὶ δι’ ὅλων τῶν ὄντων ἐν τῷ κόσμῳ κινεῖ τὸν νοῦν ἡμῶν ἐπὶ τὴν ἀλήθειαν, τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων.Οἶμαι δὴ οὖν καὶ ἀπὸ τούτων τὸν τρόπον τῆς μαντικῆς γεγονέναι καταφανῆ παντελῶς ὑπεναντίον ὄντα οἷς
ὑφορᾷς σὺ καὶ ὑποπτεύεις. ἡγεμονικὸς γάρ ἐστι καὶ πρωτουργὸς αὐτεξούσιός τε καὶ ὑπερέχων συνειληφώς τε ἐν ταὐτῷ τὰ ὅλα ἀλλ’ οὐκ αὐτὸς περιεχόμενος ὑπό τινων οὐδὲ διειργόμενος ὑπὸ τῶν μεταλαμβανόντων, ἀλλ’ αὐτὸς ἀθρόως καὶ ἀδιορίστως πᾶσιν ἐπιβεβηκὼς καὶ ἐνεξουσιάζων, ἀδιορίστῳ δὲ δυνάμει ἐπικρατῶν τὰ ὅλα καὶ διασημαίνων ἀθρόως. ἀφ’ ὧν δὴ διαλύσεις ῥᾳδίως τὰς ἰδιωτικὰς ταύτας καὶ παρενοχλούσας τοῖς πολλοῖς ἀνθρώποις ἀπορίας, ἐπὶ δὲ τὴν νοερὰν καὶ θείαν καὶ ἄψευστον ἀπὸ πάντων προσημασίαν τῶν θεῶν ἑαυτὸν ἐπανάξεις δεόντως.Ὅτι μὲν οὖν οὐ κατάγεται τὸ θεῖον εἰς τὰ σημεῖα τῆς μαντικῆς διὰ τούτων ἠγωνισάμεθα·
δέχεται δ’ ἡμᾶς ἀγὼν ἐξ ἀγῶνος ἕτερος, οὐκ ἐλάττων τοῦ ἤδη προανυσθέντος, ὂν ἐπάγεις εὐθὺς περὶ τῶν αἰτίων τῆς μαντικῆς, εἰ θεὸς ἢ ἄγγελος ἢ δαίμων ἢ ὁστισοῦν πάρεστι ταῖς ἐπιφανείαις ἢ μαντείαις ἢ ταῖς ὁποιαισοῦν ἱεραῖς ἐνεργείαις; πρὸς δὴ τοῦτο ἀπλοῦς ἐστὶν ὁ παρ’ ἡμῖν λόγος,
ὡς οὐχ οἷόν τέ τι τῶν θείων ἔργων δρᾶσθαι ἱεροπρεπῶς ἄνευ τοῦ παρεῖναί τινα τῶν κρειττόνων ἔφορον καὶ ἀποπληρωτὴν τῆς ἱερᾶς ἐνεργείας. ἀλλ’ ὅπου μὲν τέλεια τὰ κατορθώματά ἐστι καὶ αὐτάρκη καὶ ἀνενδεῆ, θεοὶ τούτων εἰσὶν ἡγεμόνες, ὅπου δὲ μέσα καὶ βραχύ τι τῶν ἄκρων ἀπολειπόμενα ἀγγέλους ἔχει τοὺς ἐπιτελοῦντας αὐτὰ καὶ ἐπιδεικνύοντας, τὰ δ’ ἔσχατα δαίμοσι διαπράττεσθαι ἀπονενέμηται· πάντα γε μὴν ἑνί γέ τινι τῶν κρειττόνων ἐπιτέτραπται τῶν θεοπρεπῶν πράξεων ἡ κατόρθωσις· ἐπεὶ οὐδὲ λόγον περὶ θεῶν ἄνευ θεῶν λαλεῖν δυνατόν, μήτοι γε δὴ ἰσόθεα ἔργα καὶ πᾶσαν πρόγνωσιν ἄνευ θεῶν τις ἂν ἐπιτηδεύσειε. τὸ γὰρ ἀνθρώπινον φῦλον ἀσθενές ἐστι καὶ σμικρόν, βλέπει τε ἐπὶ βραχύ, σύμφυτόν τε οὐδένειαν κέκτηται· μία δ’ ἐστὶν ἐν αὐτῷ τῆς ἐνυπαρχούσης πλάνης καὶ ταραχῆς καὶ τῆς ἀστάτου μεταβολῆς ἰατρεία, εἴ τινα μετουσίαν θείου φωτὸς κατὰ τὸ δυνατὸν μεταλάβοι· ὁ δὲ ταύτην ἀποκλείων ταὐτὸν ποιεῖ τοῖς ἐξ ἀψύχων ψυχὴν παράγουσιν ἢ τοῖς ἀπὸ τῶν ἀνοήτων νοῦν ἀπογεννῶσι· καὶ γὰρ αὐτὸς ἀπὸ τῶν μὴ θείων τὰ θεῖα ἔργα ἀναιτίως ὑφίστησι.Τὸ μὲν οὖν θεὸν ἢ δαίμονα ἢ ἄγγελον εἶναι τὸν ἀποτελοῦντα τὰ κρείττονα ἔργα συγχωρήσειεν ἄν τις· οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογούμενον, ὅτε δι’ ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλήσεως ταῦτα ἐπιτελεῖ. κρείττων γὰρ ἀνάγκης ἐστὶν ὁ θεὸς καὶ πᾶς ὁ συναπτόμενος αὐτῷ τῶν κρειττόνων χορός, οὐ τῆς ἐξ ἀνθρώπων ἐπαγομένης μόνον, ἀλλὰ καὶ ὅση τὸν κόσμον κατείληφε· διότι δὴ τὴν ἄυλον φύσιν καὶ μηδεμίαν παραδεχομένην ἐπίκτητον τάξιν οὐκ ἔστι δουλεύειν οὐδεμιᾷ ἀλλαχόθεν ἐπεισιούσῃ ἀνάγκῃ. εἶτα μέντοι καὶ ἡ κλῆσις καὶ τὰ δρώμενα ὑπὸ τοῦ ἐπιστήμονος τῇ ἐξομοιώσει καὶ τῇ οἰκειώσει προστρέχει τοῖς κρείττοσιν αὐτὰ καὶ συνάπτεται, ἀλλ’ οὐχὶ διὰ βίας ἀπεργάζεται τὴν ἑαυτῶν ἐνέργειαν.
Οὐ τοίνυν, ὡς σὺ νενόμικας, παθόντος τοῦ ἐπιστήμονος θεουργοῦ τὰ γινόμενα ὁρᾶται εἰς τοὺς θεσπίζον
τας, οὐδὲ πάθους προηγησαμένου εἰς τὸν χρησμῳδοῦντα διὰ τῆς ἀνάγκης οὕτως ἐπιτελεῖται ἡ μαντεία, ἀλλότρια γὰρ ταῦτα τῆς τῶν κρειττόνων οὐσίας καὶ πρὸς ἄλλα ἐνάρμοστα ὑπάρχει·ἀλλ’ οὐδὲ ὡς ὄργανόν τι μέσον ἐστὶ τὸ τῶν κρειττόνων αἴτιον, καὶ δρᾷ διὰ τοῦ θεσπίζοντος ὁ καλῶν. καὶ γὰρ ταῦτα ἀνόσιον φθέγγεσθαι· πολὺ γὰρ τοῦδε μᾶλλόν ἐστιν ἀληθὲς ἐκεῖνο ὡς θεὸς μὲν πάντα ἐστὶ καὶ πάντα δύναται καὶ πάντα πεπλήρωκεν ἑαυτοῦ, καὶ μόνος οὗτος σπουδῆς ἀξιολόγου καὶ τιμῆς μακαρίας ἐστὶν ἄξιος· τὸ δὲ ἀνθρώπειον αἰσχρὸν καὶ ἐν οὐδενὸς μέρει καὶ παίγνιόν ἐστι πρὸς τὸ θεῖον παραβαλλόμενον. γελῶ δὲ ἔγωγε καὶ τοῦτο ἀκούων, ὡς αὐτόματός τισιν ὁ θεὸς πάρεστιν ἤτοι διὰ γενέσεως· περίοδον ἢ δι’ ἄλλας αἰτίας. οὐ γὰρ ἔτ’ ἔσται ἀγέννητον τὸ κρεῖττον, εἰ ἡ περίοδος αὐτὸ ἄγει τῆς γενέσεως, οὐδὲ πρώτως αἴτιον τῶν ὅλων, εἰ κατ’ ἄλλας αἰτίας καὶ αὐτό τισι συντάττεται. ταῦτα μὲν οὖν ἀνάξια καὶ τῆς περὶ θεῶν ἐννοίας ὑπάρχει καὶ τῶν ἐν τῇ θεουργίᾳ γιγνομένων ἔργων ἀλ
λότρια. πέπονθε δὲ ἡ τοιαύτη ζήτησις ταὐτὸν ὅπερ καὶ περὶ τῆς δημιουργίας τοῦ παντὸς καὶ τῆς προνοίας οἱ πολλοὶ πάσχουσι. μὴ δυνάμενοι γὰρ μαθεῖν ὅστις ὁ τρόπος αὐτῶν, τάς τε ἀνθρώπων φροντίδας καὶ τοὺς λογισμοὺς ἐπὶ τῶν θεῶν ἀποκρίνοντες, καὶ τὸ ὅλον ἀναιροῦσιν ἐπ’ αὐτῶν τὴν πρόνοιάν τε καὶ δημιουργίαν.Ὥσπερ οὖν πρὸς τούτους ἀπαντᾶν εἰώθαμεν, ὡς ἄλλος τις τρόπος ἐστὶν ὁ θεῖος τῆς ποιήσεως καὶ κηδεμονίας, οὗ δὴ δι’ ἄγνοιαν οὐ χρὴ τὸ πᾶν ἀποδοκιμάζειν ὡς οὐδὲ τὴν ἀρχὴν ὑφεστήκοι, οὕτω καὶ πρός σε ἄν τις δικαιολογήσαιτο, ὡς πρόγνωσις πᾶσα καὶ ἔργων ἀιδίων πρᾶξις θεῶν μέν ἐστιν ἔργα, οὔτε δι’ ἀνάγκης οὔτε δι’ ἄλλας ἀνθρωπίνας αἰτίας ἐπιτελεῖται, ἀλλὰ διὰ τοιαύτας ὁποίας οἱ θεοὶ μόνοι γιγνώσκουσιν.