De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Διάδοχος δὲ πρὸς πάντων ὁμολογεῖται Πυθαγόρου γεγονέναι Ἀρισταῖος Δαμοφῶντος ὁ Κροτωνιάτης, κατ’ αὐτὸν Πυθαγόραν τοῖς χρόνοις γενόμενος ἑπτὰ γενεαῖς ἔγγιστα πρὸ Πλάτωνος, καὶ οὐ μόνον τῆς σχολῆς, ἀλλὰ καὶ τῆς παιδοτροφίας καὶ τοῦ Θεανοῦς γάμου κατηξιώθη διὰ τὸ ἐξαιρέτως περικεκρατηκέναι τῶν δογμάτων.

αὐτὸν μὲν γὰρ Πυθαγόραν ἀφηγήσασθαι λέγεται ἑνὸς δέοντος ἔτη τεσσαράκοντα, τὰ πάντα βιώσαντα ἔτη ἐγγὺς τῶν ἑκατόν, παραδοῦναι δὲ Ἀρισταίῳ τὴν σχολὴν πρεσβυτάτῳ ὄντι. μεθ’ ὃν ἡγήσασθαι Μνήσαρχον τὸν Πυθαγόρου, τοῦτον δὲ Βουλαγόρᾳ παραδοῦναι, ἐφ’ οὗ διαρπασθῆναι συνέβη τὴν Κροτωνιατῶν πόλιν. μεθ’ ὃν Γαρτύδαν τὸν Κροτωνιάτην διάδοχον γενέσθαι, ἐπανελθόντα ἐκ τῆς ἀποδημίας ἣν ἐποιήσατο πρὸ τοῦ πολέμου· διὰ μέντοι τὴν συμφορὰν τῆς πατρίδος ἐκλιπεῖν τὸν βίον. ἕνα δὴ μόνον γενέσθαι τοῦτον ὃς ὑπὸ λύπης προύλιπε τὸν βίον·

τοῖς δ’ ἄλλοις ἔθος εἶναι γηραιοῖς σφόδρα γενομένοις ὥσπερ ἐκ δεσμῶν τοῦ σώματος ἀπαλλάττεσθαι.

χρόνῳ μέντοι γε ὕστερον Ἀρέσαν ἐκ τῶν Λευκανῶν, σωθέντα διά τινων ξένων, ἀφηγήσασθαι τῆς σχολῆς· πρὸς ὃν ἀφικέσθαι Διόδωρον τὸν Ἀσπένδιον, ὃν παραδεχθῆναι διὰ τὴν σπάνιν τῶν ἐν τῷ συστήματι ἀνδρῶν. οὗτος δὲ εἰς τὴν Ἑλλάδα ἐπανελθὼν διέδωκε τὰς Πυθαγορείους φωνάς· ζηλωτὰς δὲ γράφει γενέσθαι τῶν ἀνδρῶν περὶ μὲν Ἡράκλειαν Κλεινίαν καὶ Φιλόλαον, (ἐν) Μεταποντίῳ δὲ Θεαρίδαν (καὶ) Εὔρυτον, ἐν Τάραντι δὲ Ἀρχύταν. τῶν δ’ ἔξωθεν ἀκροατῶν γενέσθαι καὶ Ἐπίχαρμον, ἀλλ’ οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν· ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν Ἱέρωνος τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δ’ ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέροντα τὰ Πυθαγόρου δόγματα.

τῶν δὲ συμπάντων Πυθαγορείων τοὺς μὲν ἀγνῶτάς τε καὶ ἀνωνύμους τινὰς πολλοὺς εἰκὸς γεγονέναι, τῶν δὲ γνωριζομένων ἐστὶ τάδε τὰ ὀνόματα.

Κροτωνιᾶται Ἱππόστρατος, Δύμας, Αἴγων, Αἵμων, Σίλιος,

Κλεοσθένης, Ἀγέλας, Ἐπίσυλος, Φυκιάδας, Ἔκφαντος, Τίμαιος, Βοῦθος, Ἔρατος, Ἰταναῖος, Ῥόδιππος, Βρύας, Ἔνανδρος, Μυλίας, Ἀντιμέδων, Ἀγέας, Λεόφρων, Ἀγύλος, Ὄνατος, Ἱπποσθένης, Κλεόφρων, Ἀλκμαίων, Δαμοκλῆς, Μίλων, Μένων.

Μεταποντῖνοι Βροντῖνος, Παρμενίσκος, Ὀρεστάδας, Λέων, Δαμάρμενος, Αἰνέας, Χιλᾶς, Μελησίας, Ἀριστέας, Λαφάων, Εὔανδρος, Ἀγησίδαμος, Ξενοκάδης, Εὐρύφαμος, Ἀριστομένης, Ἀγήσαρχος, Ἀλκίας, Ξενοφάντης, Θράσεος, Εὔρυτος, Ἐπίφρων, Εἰρίσκος Μεγιστίας, Λεωκύδης, Θρασυμήδης, Εὔφημος, Προκλῆς, Ἀντιμένης, Λάκριτος, Δαμοτάγης, Πύρρων, Ῥηξίβιος, Ἀλώπεκος, Ἀστύλος, Δακίδας, Ἀλίοχος, Λακράτης, Γλυκῖνος.

Ἀκραγαντῖνος Ἐμπεδοκλῆς.

Ἐλεάτης Παρμενίδης.

Ταραντῖνοι φιλόλαος, Εὔρυτος, Ἀρχύτας, θεόδωρος, Ἀρίστιππος, Λύκων, Ἑστιαῖος, Πολέμαρχος, Ἀστέας, Καινίας, Κλέων, Εὐρυμέδων, Ἀρκέας, Κλειναγόρας, Ἄρχιππος, Ζώπυρος, Εὔθυνος, Δικαίαρχος, Φιλωνίδης, Φροντίδας, Αῦσις, Λυσίβιος, Δεινοκράτης, Ἐχεκράτης, Πακτίων, Ἀκουσιλάδας, Ἴκκος, Πεισικράτης, Κλεάρατος, Λεοντεύς, Φρύνιχος, Σμιχίας, Ἀριστοκλίδας, Κλεινίας, Ἀβροτέλης, Πισίρροδος, Βρύας, Ἔλανδρος, Ἀρχέμαχος, Μμνόμαχος, Ἀχμονίδας, Δίκας, Κλεοφαντίδας.

Συβαρῖται Μέτωπος, Ἵππασος, Πρόξενος, Εὐάνωρ, Λεάναξ,

Μενέστωρ, Διοκλῆς, Ἔμπεδος, Τιμάσιος, Πτολεμαῖος, Ἔνδιος, Τυρσηνός.

Καρχηδόνιοι Μιλτιάδης, Ἄνθην, Ὁδίος, Λεόκριτος. Πάριοι Αἰήτιος, Φαινεκλῆς, Δεξίθεος, Ἀλκίμαχος, Δείναρχος, Μέτων, Τίμαιος, Τιμησιάναξ, Εὔμοιρος, Θυμαρίδας.

Λοκροὶ Γύττιος, Ξένων, Φιλόδαμος, Εὐέτης, Εὔδικος, Σθενωνίδας, Σωσίστρατος, Εὐθύνους, Ζάλευκος, Τιμάρης.

Ποσειδωνιᾶται Ἀθάμας, Σῖμος, Πρόξενος, Κράνοος, Μύης, Βαθύλαος, Φαίδων.

Λευκανοὶ Ὄκελλος καὶ Ὄκκιλος ἀδελφοί, Ὀρέσανδρος, Κέραμβος, Δαρδανεύς, Μαλίων.

Ἀργεῖοι Ἱππομέδων, Τιμοσθένης, Εὐέλθων, Θρασύδαμος, Κρίτων, Πολύκτωρ.

Λάκωνες Αὐτοχαρίδας, Κλεάνωρ, Εὐρυκράτης.

Ὑπερβόρειος Ἄβαρις.

Ῥηγῖνοι Ἀριστείδης, Δημοσθένης, Ἀριστοκράτης, Φύτιος, Ἑλικάων, Μνησίβουλος, Ἱππαρχίδης, Εὐθοσίων, Εὐθυκλῆς, Ὄψιμος.

Κάλαϊς Σελινούντιος.

Συρακούσιοι Λεπτίνης, Φιντίας, Δάμων.

Σάμιοι Μέλισσος, Λάκων, Ἄρχιππος, Γλώριππος, Ἔλωρις, Ἵππων.

Καυλωνιᾶται Καλλίβροτος, Δίκων, Νάστας, Δρύμων, Ξέντας.

Φλιάσιοι Διοκλῆς, Ἐχεκράτης, Πολύμναστος, Φάντων.

Σικυώνιοι Πολιάδης, Δήμων, Στράτιος, Σωσθένης.

Κυρηναῖοι Πρῶρος, Μελάνιππος, Ἀριστάγγελος, Θεόδωρος.

Κυζικηνοὶ Πυθόδωρος, Ἱπποσθένης, Βούθηρος, Ξενόφιλος.

Καταναῖοι Χαρώνδας, Λυσιάδης.

Κορίνθιος Χρύσιππος.

Τυρρηνὸς Ναυσίθοος.

Ἀθηναῖος Νεόκριτος.

Ποντικὸς Λύραμνος. οἱ πάντες σιηʹ.

Πυθαγορίδες δὲ γυναῖκες αἱ ἐπιφανέσταται Τιμύχα γυνὴ ἡ Μυλλία τοῦ Κροτωνιάτου, Φίλτυς θυγάτηρ Θεόφριος τοῦ Κροτωνιάτου, Βυνδάκου ἀδελφὴ Ὀκέλλω καὶ Ἐκκέλω τῶν Λευκανῶν, Χειλωνὶς

θυγάτηρ Χείλωνος τοῦ Λακεδαιμονίου, Κρατησίκλεια Λάκαινα γυνὴ Κλεάνορος τοῦ Λακεδαιμονίου, Θεανὼ γυνὴ τοῦ Μεταποντίνου Βροτίνου, Μυῖα γυνὴ Μίλωνος τοῦ Κροτωνιάτου, Λασθένεια Ἀρκάδισσα, Ἁβροτέλεια Ἁβροτέλους θυγάτηρ τοῦ Ταραντίνου, Ἐχεκράτεια Φλιασία, Τυρσηνὶς Συβαρῖτις, Πισιρρόδη Ταραντίς, Νισθεάδουσα Λάκαινα, Βοιὼ Ἀργεία, Βαβέλυκα Ἀργεία, Κλεαίχμα ἀδελφὴ Αὐτοχαρίδα τοῦ Λάκωνος. αἱ πᾶσαι ιζʹ.