De Vita Pythagorica
Iamblichus
Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.
τὸ δ’ ὅλον οὕτω τῇ διαβολῇ τοὺς ἀκούοντας ἐξηγρίωσεν, ὥστε μετ’ ὀλίγας ἡμέρας, μουσεῖα θυόντων αὐτῶν ἐν οἰκίᾳ παρὰ τὸ Πύθιον, ἀθρόοι συνδραμόντες οἷοί τ’ ἦσαν τὴν ἐπίθεσιν ἐπ’ αὐτοὺς ποιήσασθαι. οἳ δὲ προαισθόμενοι οἳ μὲν εἰς πανδοκεῖον ἔφυγον, Δημοκήδης δὲ μετὰ τῶν ἐφήβων εἰς Πλατέας ἀπεχώρησεν. οἳ δὲ καταλύσαντες τοὺς νόμους ἐχρῶντο ψηφίσμασιν, ἐν οἷς αἰτιασάμενοι τὸν Δημοκήδην συνεστακέναι τοὺς νεωτέρους ἐπὶ τυραννίδι, τρία τάλαντα ἐκήρυξαν δώσειν, ἐάν τις αὐτὸν ἀνέλῃ, καὶ γενομένης μάχης, κρατήσαντος αὐτοῦ τὸν κίνδυνον ὑπὸ Θεάγους, ἐκείνῳ τὰ τρία τάλαντα παρὰ τῆς πόλεως ἐμέρισαν.