De Vita Pythagorica
Iamblichus
Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.
εἰ δὲ μετὰ τὸ ἐκ μορφῆς τε καὶ βαδίσματος καὶ τῆς ἄλλης κινήσεώς τε καὶ καταστάσεως ὑπ’ αὐτῶν φυσιογνωμονηθῆναι καὶ ἐλπίδα
ἀγαθὴν περὶ αὑτῶν παρασχεῖν, μετὰ τὴν πενταετῇ σιωπὴν καὶ μετὰ τοὺς ἐκ τῶν τοσῶνδε μαθημάτων ὀργιασμοὺς καὶ μυήσεις ψυχῆς τε ἀπορρύψεις καὶ καθαρμοὺς τοσούτους τε καὶ τηλικούτους καὶ ἐκ ποικίλων οὕτως θεωρημάτων προοδεύσαντας, δι’ οὓς ἀγχίνοιαί τε καὶ ψυχῆς εὐαύγειαι πᾶσιν ἐκ παντὸς ἐνεφύοντο, δυσκίνητος ἔτι τις καὶ δυσπαρακολούθητος ηὑρίσκετο, στήλην δή τινα τῷ τοιούτῳ καὶ μνημεῖον ἐν τῇ διατριβῇ χώσαντες [καθὰ καὶ Περιάλῳ τῷ Θουρίῳ λέγουσι καὶ Κύλωνι τῷ Συβαριτῶν ἐξάρχῳ, ἀπογνωσθεῖσιν ὑπ’ αὐτῶν] ἐξήλαυνον ἂν τοῦ ὁμακοείου, φορτίσαντες χρυσοῦ τε καὶ ἀργύρου πλήθει· κοινὰ γὰρ αὐτοῖς καὶ ταῦτα ἀπέκειτο ὑπό τινων εἰς τοῦτο ἐπιτηδείων κοινῇ διοικούμενα, οὓς προσηγόρευον οἰκονομικοὺς ἀπὸ τοῦ τέλους· καὶ εἴ ποτε συντύχοιεν ἄλλως αὐτῷ, πάντα ὅντιν’ οὖν μᾶλλον ἢ ἐκεῖνον ἡγοῦντο εἶναι, τὸν κατ’ αὐτοὺς τεθνηκότα.διόπερ καὶ Λῦσις Ἱππάρχῳ τινὶ ἐπιπλήττων, μεταδιδόντι τῶν
λόγων τοῖς ἀνεισάκτοις καὶ ἄνευ μαθημάτων καὶ θεωρίας ἐπιφυομένοις, φησί· φαντὶ δέ τυ καὶ δαμοσίᾳ φιλοσοφὲν τοῖς ἐντυγχάνουσι, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὡς ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπωδᾶς, οὐκ ἐφύλαξας δὲ γευσάμενος, ὦ γενναῖε, Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή γε, τέθνακας. διαμεμνᾶσθαι γὰρ [φησὶν] ὅσιον εἴη κα τῶν τήνω θείων τε καὶ ἀνθρωπείων παραγγελμάτων, μηδὲ κοινὰ ποιέεσθαι τὰ σοφίας ἀγαθὰ τοῖς οὐδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων [σπουδᾷ] ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἑλευσινίαιν θεαῖν μυστήρια διαγέεσθαι. κατ’ ἰσότατα δὲ ἄδικοι καὶ ἀσεβέες τοὶ ταῦτα πράξαντες.διαλογίζεσθαι δὲ καλόν, ὅσον χρόνω μᾶκος ἐκμεμετρήκαμες ἀπορρυπτόμενοι (σπίλως) τὼς ἐν τοῖς στάθεσιν ἁμῶν ἐγκεκολαμμένως, ἕως ποκὰ διελθόντων (πέντε) ἐτέων ἐγενόμεθα δεκτικοὶ τῶν τήνω λόγων. καθάπερ γὰρ τοὶ βαφεῖς προεκκαθάραντες ἔστυψαν τὰ βάψιμα τῶν ἱματίων, ὅπως ἀνέκπλυτον τὰν βαφὰν ἀναπίωντι καὶ μηδέποκα γενησουμέναν ἐξίταλον, τὸν αὐτὸν τρόπον καὶ ὁ δαιμόνιος ἀνὴρ προπαρεσκεύαζε τὰς ψυχὰς τῶν φιλοσοφίας ἐρασθέντων, ὅπως μὴ διαψευσθῇ περί τινα τῶν ἐλπισθέντων ἐσεῖσθαι καλῶν τε κἀγαθῶν. οὐ γὰρ κιβδήλως ἐνεπορεύετο λόγως, οὐδὲ πάγας ταῖς τοὶ πολλοὶ τῶν σοφιστᾶν τὼς νέως ἐμπλέκοντι ποτ’ οὐδὲν κράγυον σχολάζοντες, ἀλλὰ θείων καὶ ἀνθρωπίνων πραγμάτων ἦς ἐπιστάμῶν. τοὶ δὲ πρόσχημα ποιησάμενοι τὰν τήνω διδασκαλίαν πολλὰ καὶ δεινὰ δρῶντι, σαγηνεύοντες οὐ κατὰ κόσμον οὐδ’ ὡς ἔτυχε τὼς νέως.