Carmina moralia

Gregory, of Nazianzus

pseudo-Menander, Gregory Nazianzus, Sententiae= (Carmen morale XXX), Ullmann, Wiesbaden, 1961

ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.

βίου τὸ κέρδος εὖ βιοῦν καθ᾿ ἡμέραν.

γίνωσκε πάντα τῶν καλῶν τὰ δράματα.

δεινὸν πένεσθαι, χεῖρον δ᾿ εὐπορεῖν κακῶς.

εὐεργετῶν νόμιζε μιμεῖσθαι Θεόν.

ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν.

ἡ σὰρξ κρατείσθω καὶ δαμαζέσθω καλῶς.

θυμὸν χαλίνου, μὴ φρενῶν ἔξω πέσῃς.

78

ἵστη μὲν ὄμμα, γλῶσσα δὲ στάθμην ἔχοι.

κλεὶς ὠσὶ κείσθω, μηδὲ πορνεύοι γέλως.

λύχνος βίου σοι παντὸς ἡγείσθω λόγος.

μή σοι τὸ εἶναι τῷ δοκεῖν ὑπορρέοι.

νόει τὰ πάντα, πρᾶσσε δ᾿ ἃ πράσσειν θέμις.

ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους.

ὅτ᾿ εὐπλοεῖς, μάλιστα μέμνησο ζάλης.

79

πάντ᾿ εὐχαρίστως δεῖ δέχεσθαι τἀκ Θεοῦ.

ῥάβδος δικαίου πλεῖον ἢ τιμὴ κακοῦ.

σοφῶν θύρας ἔκτριβε, πλουσίων δὲ μή.

τὸ μικρὸν οὐ μικρόν, ὅταν ἐκφέρῃ μέγα.