De Theologia (Orat. 28)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, The Five Theological Orations, Mason, Cambridge, 1899

Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ’ ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν [*](14. 16 ἐξαπάτης] -τησεως be 15. 18 θέοις] θεοὺς de || 20 απολογιαν ταύτην ce) [*](2. κατὰ τὸ ποιὸν ἢ ποσὸν τ. κ. ] It is hard to see what Gr. means by this phrase. Elias gives an elabo- rate double explanation which only shews how much it puzzled him. Prob. by τὸ ποσόν Gr. means ’the ’ of motion,—the planets e.g. moving at a different ‘rate’ from the fixed stars; while τὸ ποῖον would include their conjunctions.) [*](5. ὁ τι τύχοιεν ἔκ. τ ὁρ.] τῶν ὁρ. depends on ὅ τι; ἕκ. is in app. the subj. of τύχ.; ‘any visible any visible ob- ject which they happened individn- ally’ to select.) [*](6. προστῇς.] Cp. § 1.) [*](8. περιπαθέστεροι] ‘more emo- tional.’) [*](ib. τοὺς ἀπελθόντας] Cp. Wisd. xiv 15 f. The καὶ couples τιμῶντες κτλ. to τῶν οἰκ., not to σωματικ.) [*](10. τῆς πρ. φύσεως] Cp. ἑ 13.) [*](12. χρόνῳ τὸ ἔθος κτλ.] Wisd. xiv 16 εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη.) [*](15. προσλαβ. τ. κ. μῦθον] Gr. adopts the Euemerist view of my- thology.) [*](15. Some deify their own pasto sions, and end in utter degradation. The Evil One deceives them into worshipping himself as God.) [*](17. καἰ τὰ πάθη] Cp. i 6.) [*](18. θεοῖς ἔτ’.] set gods over them.)

45
εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων. καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν,—τοῦτο συνετῶς μόνον,—τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν. ὢ τῆς γελοίας κληροδοσίας. εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαιμόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἱ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν. τοιαύτας γὰρ ἔπρεπεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν· ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, πότερον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων. τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστήσαντο. καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησαμένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων. παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κότα θεοῦ ζήτησιν, ἵν εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ [*](2 ἔκρυψαν] ἀπέρριψαν ‘Reg. Cypr.’ ΙΙ 3 om τον ‘Or. I’ || 7 οἱ γε] ὅτε 8 τιμὰν τοῦτο] τοῦτο τιμὰν d: τιμὰν τούτους ‘Reg. Cypr.’ ǁ 14 πότερον] -ρων d ’tresColb.’ || 17 προεστήσαντο] προετιμήσαντο ‘Reg. Cypr.’ ΙΙ 20 πλανωμενον] -ων b || 21 περισπάσῃ] επισπαση b) [*](2. τοῦτο συνετῶς μόνον] Α grimly humorous parenthesis: to bury them under ground was the only sensible part of the arrange- ment.) [*](4. τῶν πλασμάτων) ‘these coun- terfeits.’ Gr. means the personifi- cations of the passions, not (as in ἑ 14) the images of them; of the images he has yet to speak.) [*](5. ἐξουσίαν κ. αὐτονομίαν] Cp. for ἐξ. § 8: for αὐτὸν. § 8: ‘arbitrary license.’) [*](10. ἤδη δέ] like iam for mox. Κνώδαλα, ‘monsters.’) [*](ib. τετραπ. κ ἑρπ.] Cp. Rom. i 23; Wisd. xi 15 (16) ἄλογα ἑρπετὰ κ. κνώδαλα εὐτελῆ.) [*](15. τῶν λατρ.] so. δεῖ καταφρονεῖν.) [*](16. χάριν θ. δεξ.] Gr. is using the word in a free and untechnical sense.) [*](19. οἶα τ. π] predicate. The constr. is τοῦτο τ. σόφ’. ἦν τοιοῦτο] οἶα τ. π.) [*](20. παραλαβών] i 7 παρ᾿ ἠμῶν. . . λαμβάνει.)
46
τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατεκρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον.