Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Δειλαί᾿ ἐγὼ δύστηνος, ὡς Παῖδ’ οὐχ ὁρῶ
- πάσχοντα δεινὰ, μέχρι καὶ τύμβος λάβῃ.
- ὄχλους δ’ ἔφυγον, ἳνα μή τι καὶ πάθω.
- Τί μοι δ’ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ;
- Αἴθ᾿ πότμῳ καταλύσαιμ᾿ ἂν τάχει,
- εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω,
- ὡς ἐλπίς ἐστι Παιδὸς ἀνισταμένου
- ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει,
- ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ,
- ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω,
- οὐ Πατρός αὐτοῦ τοῦ βροτωθέντος Λόγου,
- ὃν ἀσπόρως ἔτικτον, οἶδ’, ὑπὲρ λόγον
- στερρᾶς τ᾿ ἔφυγον ἐν τόκοις ἀλγηδόνας.
- Πέποιθα γὰρ, πέποιθα, κἂν πολλὰ στένω,
- πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.
- Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην,
- ἀλλ’ εἴμ᾿ ἄκομψος ἐκφέρειν μυστήρια·
- ὅμως δ’ ἀνάγκη συμφορᾶς ἀφιγμένης
- γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,
- ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα,