Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. σφᾶς δ’, οἷς ἔδωκας δεσμολύτιν σου χάριν.
  2. Πότνια, πότνα, παμμάκαιρα Παρθένε,
  3. σὺ μὲν μακάρων δάπεδον ναίεις, πόλον,
  4. ἅπαν πάχος βρότειον ἀλλαξαμένη
  5. ἀφθαρσίας τ’ ἄμφιον ἐστολισμένη
  6. ἀεί τ’ ἀγήρως ὡς Θεὸς δ’ ἐγνωσμένη·
  7. λόγοις δ’ ἐμοῖς ἄνωθεν εὐμενὴς ἕσο.
  8. Ναὶ ναὶ, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου·
  9. μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας,
  10. ὡς τοῦ Λόγου σοι μητρὶ, κἂν ὑπὲρ λόγον.