Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἀνατίθησι· καί γε νῦν βαδιστέον.
  2. Ἄμμιν δὲ λίθον τίς ἄρ’ ἀποκυλίσει;
ΜΑΓΔΑΛΗΝΗ.
  1. Ὀττοτοτοτοί·
  2. Ἄναξ, Ἄναξ ἄφθιτε, τίς ὅδ’ ὁ κλόνος;
  3. Πῶς δ’ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος;
  4. κενὸς δ’ ὁρᾶται καὶ τάφος τοὗ Δεσπότου.
  5. Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ
  6. ἄρσιν νέκυος, αὖ δ’ ὑποστρέψω τάχει·
  7. εὕροιμι δ’ ὧδε σὺν γυναιξί σ’ αὖ, κόρη.
ΘΕΟΤΟΚΟΣ.
  1. Εὖγ’ εὖγ’ ἐπανῆκες τάχιστα νῦν, φίλη·
  2. ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ’ ἔτι
  3. θαμβουμένη πέφρικα, πῶς ὧδ’ ἀθρόον
  4. ὤφθη κυλισθείς τῆς θύρας πρὸ τοῦ τάφου.
  5. Ἄ ἄ · σίγα σίγα.
  6. Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ’ ἄρα,
  7. ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου,
  8. πανευπρεπὴς, ἐσθῆτι λευκῇ χαρίεις;
  9. στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα.
  10. Ἰδοὺ δὲ καὶ φύλακες ὡς νεκροὶ κάτω.
ΑΓΓΕΛΟΣ.
  1. Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ’ ἔστω φόβος·