Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.
- Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένη
- ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφνην στρέφω.
- Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα,
- σφοδρᾷ μελήσει καρδίας δεδηγμένη.
- Στείχωμεν οὐν τάχιστα τοῦ τύμβου πέλας·
- αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων
- ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.
- Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.
- Πέποιθα πᾶσι δ’ ἡμέραν ἐλευθέραν
- ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
- Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν
- νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι,
- οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες
- ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν·
- αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα,
- σαφῆ κελευσμὸν συντρέχειν πρὸς τὸν τάφον.
- ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας.
- Αἲ αἴ·
- Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον,