Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς εἰσηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεόν, ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, αὐτὸν δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. καὶ οὑτος ὁ γεγονώς, πονηρὸς εὑρεθείς, ἐποίησεν ἐν τῇ αὑτοῦ φαυλότητι τὸν κόσμον.

μݲεݲ. Σευηριανοί. Σευῆρος πόλιν τις τῷ Ἀπελλῇ συνεπόμενος | τὸν μὲν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον, ἔκ τε τοῦ δρακοντοειδοῦς [*](Ö 428) Σατανᾶ καὶ γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις.