Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

μݲ. Ἀρχοντικοί. οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ τὸ πᾶν φέρουσι καὶ τὰ γενόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπὶ αἰσχρότητί τινι.

σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσιν καὶ παλαιὰν διαθήκην διαβάλλουσιν. κέχρηνται δὲ καὶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν εἰς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.

μݲαݲ. Κερδωνιανοί, οἱ ἀπὸ Κέρδωνος(tov) <τοῦ> ἀπὸ Ἡρακλέωνος διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς Ῥώμην μεταναστὰς τὸ κήρυγμα αὐτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου.