Anacephalaeosis [Sp.]
Epiphanius
Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.
λݲζݲ. Ὀφῖται, οἱ τὸ τὸν ὄφιν δοξάζοντες καὶ τοῦτον Χριστὸν ἡγούμενοι, ἔχοντες δὲ φύσει ὄφιν τὸ ἑρπετὸν τοῦτο ἐν κίστῃ τινί.
λݲηݲ. Καϊανοὶ ὡσαύτως ἃμα τοῖς πρότερον τὸν νόμον καὶ τὸν λαλήσαντα ἐν νόμῳ ἀθετοῦντες σαρκός τε ἀνάστασιν ἀρνούμενοι τὸν Κάϊν δοξάζουσι, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως.
ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ τε καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ τοὺς Σοδομίτας.
λݲθݲ. Σηθιανοί. οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω Μητρός, μεταμεληθείσης ἐφ᾿ ᾧ τοὺς περὶ τὸν Κάϊν προεβάλετο, εἶτα συνελθούσης μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἄβελ ἀποκτανθῆναι τῷ ἄνω Πατρὶ καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιησάσης· ἐξ οὑπερ λοιπὸν κατήχθη τὸ πᾶν τῶν ἀνθρώπων γένος.