Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

κݲεݲ. ΑBBREV ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις υπὸ τῶν τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουρ- γίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοὺς αὐτοῦ μαθητὰς ἐδίδαξεν,

καὶ περὶ τοῦ Καυλακαῦ καὶ Προυνίκου καὶ ἄλλων βαρβαρικῶν ἀνομάτων εἰσηγησάμενος.

[*](P 53)

κݲςݲ Γνωστικοί, τὰς αὐτὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ αὐτῶν πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζομενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σεκουνδιανοί, ἐν ἄλλοις μέρεσι Σωκρατῖται, παρὰ δὲ ἑτέροις Ζακχαῖοι·

ἄλλοι δὲ Κοδδιανοὺς αὐτοὺς λέγουσιν, ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. οὑτοι <τὴν> Βαρβηλὼ τὴν καὶ Βαρβηρὼ