Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδου τοῦ ἅμα Αατορνίλῳ τοῖς Σιμωνιανοῖς καὶ Μενανδριανοῖς με- μαθητευμένου, τὰ ὅμοια μὲν φρονοῦντος, κατὰ τι δὲ διαφερομένου.

λέγει δὲ τριακοσίους ἐξήκοντα πέντε οὐρανοὺς εἰναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐκτίθησιν. διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα τῆς αὐτῆς ψήφου εἶναι καὶ εἶναι τξε. καὶ εἶναι τοῦτο τὸ ἅγιον ὄνομά φησιν.

κݲεݲ. ΑBBREV ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις υπὸ τῶν τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουρ- γίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοὺς αὐτοῦ μαθητὰς ἐδίδαξεν,