Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

ιݲθݲ. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἵ πᾶσαν σαρκοφαγίαν 5 ἀπαγορεύουσιν, ἐμψύχων οὐδ᾿ ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες,

φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωυσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. τὰς δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωυσέως δογματίζουσιν, ἄλλας δὲ παρ’ αὐτὰς ἔχειν διαβεβαιοῦνται.

κݲ. Ἡρῳδιανοί, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων καὶ τούτῳ τὸ τοῦ Χριστοῦ ἀπεδίδοσαν γέρας καὶ ονομα.

Οὑτος ὁ πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.

[*](1 anders unten h. 19. 1, 3; S. 218, 2 Ὀσσηνοὶ = στιβαρὸν γένος GV M anaceph. 2 κατὰ πάντα τὸν νόμον anaceph. 4 Νασσαραῖοι u. + οἱ anaceph. | ἀφανιασταὶ G ἀφιανισταὶ U | οἵ ݲ G U M 5 ἐμψύχων + δὲ 6 ὀνομάζουσι U 10 παρὰ ταύτας anaceph. 12 προσεδόκουν M anaceph. | τὸ] περὶ anaceph. | ἀπεδίδωσαν U ἐπεδίδουν anaceph. | γέρα anaceph. 14 ὁ ݲ < G anaceph. 14 f τούτων ݲ anaceph. 15 τῆς] τοῦ + ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ ἀληθῆς πίστις anaceph. | Unterschrift: αἱ πρὸ τῆς παρουσίας Χριστοῦ αἱρέσεις κݲ)