Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

ιݲηݲ. Ὀσσηνοί, οἵ δὴ ἰταμώτατοι ἑρμηνεύονται. ἦσαν δὲ οὗτοι τὰ παντα κατὰ νόμον τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείοις τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο.

ιݲθݲ. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἵ πᾶσαν σαρκοφαγίαν 5 ἀπαγορεύουσιν, ἐμψύχων οὐδ᾿ ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες,